< 1 Kings 17 >

1 Elijah the Tishbite, (from Tishbe in Gilead), told Ahab, “As the Lord, the God of Israel, lives, the one I serve, in the years to come there will be not be any dew or rain unless I say so!”
καὶ εἶπεν Ηλιου ὁ προφήτης ὁ Θεσβίτης ἐκ Θεσβων τῆς Γαλααδ πρὸς Αχααβ ζῇ κύριος ὁ θεὸς τῶν δυνάμεων ὁ θεὸς Ισραηλ ᾧ παρέστην ἐνώπιον αὐτοῦ εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος καὶ ὑετὸς ὅτι εἰ μὴ διὰ στόματος λόγου μου
2 Then the Lord told Elijah,
καὶ ἐγένετο ῥῆμα κυρίου πρὸς Ηλιου
3 “Leave here and go east. Hide in the valley of the Cherith brook where it meets the Jordan.
πορεύου ἐντεῦθεν κατὰ ἀνατολὰς καὶ κρύβηθι ἐν τῷ χειμάρρῳ Χορραθ τοῦ ἐπὶ προσώπου τοῦ Ιορδάνου
4 You can drink from the brook, and I have ordered ravens to bring you food you there.”
καὶ ἔσται ἐκ τοῦ χειμάρρου πίεσαι ὕδωρ καὶ τοῖς κόραξιν ἐντελοῦμαι διατρέφειν σε ἐκεῖ
5 So Elijah did what the Lord told him. He went to the valley of the Cherith brook, where it meets the Jordan, and stayed there.
καὶ ἐποίησεν Ηλιου κατὰ τὸ ῥῆμα κυρίου καὶ ἐκάθισεν ἐν τῷ χειμάρρῳ Χορραθ ἐπὶ προσώπου τοῦ Ιορδάνου
6 Ravens brought him bread and meat both in the morning and in the evening, and he drank from the brook.
καὶ οἱ κόρακες ἔφερον αὐτῷ ἄρτους τὸ πρωὶ καὶ κρέα τὸ δείλης καὶ ἐκ τοῦ χειμάρρου ἔπινεν ὕδωρ
7 A while later the brook dried up because there had been no rain in the land.
καὶ ἐγένετο μετὰ ἡμέρας καὶ ἐξηράνθη ὁ χειμάρρους ὅτι οὐκ ἐγένετο ὑετὸς ἐπὶ τῆς γῆς
8 Then the Lord told Elijah,
καὶ ἐγένετο ῥῆμα κυρίου πρὸς Ηλιου
9 “Leave here and go to Zarephath near Sidon and stay there. I have given instructions to a widow there to provide you with food.”
ἀνάστηθι καὶ πορεύου εἰς Σαρεπτα τῆς Σιδωνίας ἰδοὺ ἐντέταλμαι ἐκεῖ γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε
10 So he left for Zarephath. When he arrived at the entrance to the town, he saw a woman, a widow, gathering sticks. He called her over and asked her, “Could you bring me a little water in a cup so I can have a drink?”
καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Σαρεπτα εἰς τὸν πυλῶνα τῆς πόλεως καὶ ἰδοὺ ἐκεῖ γυνὴ χήρα συνέλεγεν ξύλα καὶ ἐβόησεν ὀπίσω αὐτῆς Ηλιου καὶ εἶπεν αὐτῇ λαβὲ δή μοι ὀλίγον ὕδωρ εἰς ἄγγος καὶ πίομαι
11 As she was going to get it, he called after her and said, “Oh, and please bring me a piece of bread.”
καὶ ἐπορεύθη λαβεῖν καὶ ἐβόησεν ὀπίσω αὐτῆς Ηλιου καὶ εἶπεν λήμψῃ δή μοι ψωμὸν ἄρτου ἐν τῇ χειρί σου
12 She replied, “As the Lord your God lives, I have no bread, only a handful of flour is left in a jar and a little bit of olive oil in a jug. Right now I am gathering a few of sticks so I can go and cook what's left for myself and my son so we can eat it, and then we'll die.”
καὶ εἶπεν ἡ γυνή ζῇ κύριος ὁ θεός σου εἰ ἔστιν μοι ἐγκρυφίας ἀλλ’ ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ καὶ ὀλίγον ἔλαιον ἐν τῷ καψάκῃ καὶ ἰδοὺ ἐγὼ συλλέγω δύο ξυλάρια καὶ εἰσελεύσομαι καὶ ποιήσω αὐτὸ ἐμαυτῇ καὶ τοῖς τέκνοις μου καὶ φαγόμεθα καὶ ἀποθανούμεθα
13 Elijah said to her, “Don't be afraid. Go home and do what you said. But first make me a small loaf of bread from what you have and bring it to me. Then make something for yourself and your son.
καὶ εἶπεν πρὸς αὐτὴν Ηλιου θάρσει εἴσελθε καὶ ποίησον κατὰ τὸ ῥῆμά σου ἀλλὰ ποίησον ἐμοὶ ἐκεῖθεν ἐγκρυφίαν μικρὸν ἐν πρώτοις καὶ ἐξοίσεις μοι σαυτῇ δὲ καὶ τοῖς τέκνοις σου ποιήσεις ἐπ’ ἐσχάτου
14 For this is what the Lord, the God of Israel, says: ‘The jar of flour will not become empty and the jug of olive oil will not run out until the day the Lord sends rain to water the ground.”
ὅτι τάδε λέγει κύριος ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐκλείψει καὶ ὁ καψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει ἕως ἡμέρας τοῦ δοῦναι κύριον τὸν ὑετὸν ἐπὶ τῆς γῆς
15 She went and did as Elijah had told her, and Elijah, the widow, and her household were able to eat for many days.
καὶ ἐπορεύθη ἡ γυνὴ καὶ ἐποίησεν καὶ ἤσθιεν αὐτὴ καὶ αὐτὸς καὶ τὰ τέκνα αὐτῆς
16 The jar of flour was did not become empty and the jug of olive oil did not run out, just as the Lord had said through Elijah.
καὶ ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐξέλιπεν καὶ ὁ καψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονώθη κατὰ τὸ ῥῆμα κυρίου ὃ ἐλάλησεν ἐν χειρὶ Ηλιου
17 Later on the woman's son fell sick. (She was the one who owned the house.) He went from bad to worse, and finally he died.
καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἠρρώστησεν ὁ υἱὸς τῆς γυναικὸς τῆς κυρίας τοῦ οἴκου καὶ ἦν ἡ ἀρρωστία αὐτοῦ κραταιὰ σφόδρα ἕως οὗ οὐχ ὑπελείφθη ἐν αὐτῷ πνεῦμα
18 “What are you doing to me, man of God?” the woman asked Elijah. “Have you come to remind me about my sins and cause my son to die?”
καὶ εἶπεν πρὸς Ηλιου τί ἐμοὶ καὶ σοί ἄνθρωπε τοῦ θεοῦ εἰσῆλθες πρός με τοῦ ἀναμνῆσαι τὰς ἀδικίας μου καὶ θανατῶσαι τὸν υἱόν μου
19 “Give me your son,” Elijah replied. He picked him up from her arms, carried him upstairs to the room where he was staying, and laid him on his bed.
καὶ εἶπεν Ηλιου πρὸς τὴν γυναῖκα δός μοι τὸν υἱόν σου καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ κόλπου αὐτῆς καὶ ἀνήνεγκεν αὐτὸν εἰς τὸ ὑπερῷον ἐν ᾧ αὐτὸς ἐκάθητο ἐκεῖ καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τῆς κλίνης αὐτοῦ
20 Then he cried out to the Lord, saying, “Lord my God, why have you allowed this to happen to this widow who has opened her home to me, this terrible tragedy of causing her son to die?”
καὶ ἀνεβόησεν Ηλιου καὶ εἶπεν οἴμμοι κύριε ὁ μάρτυς τῆς χήρας μεθ’ ἧς ἐγὼ κατοικῶ μετ’ αὐτῆς σὺ κεκάκωκας τοῦ θανατῶσαι τὸν υἱὸν αὐτῆς
21 He stretched himself out on the boy three times, and cried out to the Lord, “Lord my God, please let this boy's life return to him!”
καὶ ἐνεφύσησεν τῷ παιδαρίῳ τρὶς καὶ ἐπεκαλέσατο τὸν κύριον καὶ εἶπεν κύριε ὁ θεός μου ἐπιστραφήτω δὴ ἡ ψυχὴ τοῦ παιδαρίου τούτου εἰς αὐτόν
22 The Lord responded to Elijah's cry. The boy's life returned to him, and he lived!
καὶ ἐγένετο οὕτως καὶ ἀνεβόησεν τὸ παιδάριον
23 Elijah took the boy and brought him down from the room into the house, and gave him to his mother. “See, your son is alive,” Elijah told her.
καὶ κατήγαγεν αὐτὸν ἀπὸ τοῦ ὑπερῴου εἰς τὸν οἶκον καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ καὶ εἶπεν Ηλιου βλέπε ζῇ ὁ υἱός σου
24 “Now I'm convinced that you are a man of God, and that what the Lord speaks through you is the truth,” the woman replied.
καὶ εἶπεν ἡ γυνὴ πρὸς Ηλιου ἰδοὺ ἔγνωκα ὅτι ἄνθρωπος θεοῦ εἶ σὺ καὶ ῥῆμα κυρίου ἐν στόματί σου ἀληθινόν

< 1 Kings 17 >