< Romans 16 >
1 I commend to you our sister Phoebe, who is a servant of the congregation in Cenchrea,
Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν, οὖσαν διάκονον τῆς ἐκκλησίας τῆς ἐν Κενχρεαῖς,
2 so that you may receive her in the Lord in a manner worthy of the saints, and assist her in whatever matter she may need from you; for indeed she herself has been a helper of many, including my own self.
ἵνα αὐτὴν προσδέξησθε ἐν κυρίῳ ἀξίως τῶν ἁγίων, καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι, καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγενήθη καὶ ἐμοῦ αὐτοῦ.
3 Greet Prisca and Aquila, my fellow workers in Christ Jesus,
Ἀσπάσασθε Πρίσκαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ,
4 who risked their own necks for my life; to whom not only I give thanks, but also all the congregations of the Gentiles.
οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν,
5 And greet the congregation that is in their house. Greet my beloved Epaenetus, who is the first convert to Christ from Achaia.
καὶ τὴν κατ’ οἶκον αὐτῶν ἐκκλησίαν. ἀσπάσασθε Ἐπαινετὸν τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀσίας εἰς Χριστόν.
6 Greet Mary, who worked very hard for you.
ἀσπάσασθε Μαρίαμ, ἥτις πολλὰ ἐκοπίασεν εἰς ὑμᾶς.
7 Greet Andronicus and Junias, my countrymen and my fellow prisoners, who are outstanding among the apostles, and who were in Christ before me.
ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνιᾶν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ γέγοναν ἐν Χριστῷ.
8 Greet Amplias, my beloved in the Lord.
ἀσπάσασθε Ἀμπλιᾶτον τὸν ἀγαπητόν μου ἐν κυρίῳ.
9 Greet Urbanus, our fellow worker in Christ, and my beloved Stachys.
ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Χριστῷ καὶ Στάχυν τὸν ἀγαπητόν μου.
10 Greet Apelles, approved in Christ. Greet those who are of the household of Aristobulus.
ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ. ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου.
11 Greet Herodian, my countryman. Greet those who are of the household of Narcissus, who are in the Lord.
ἀσπάσασθε Ἡρῳδίωνα τὸν συγγενῆ μου. ἀσπάσασθε τοὺς ἐκ τῶν Ναρκίσσου τοὺς ὄντας ἐν κυρίῳ.
12 Greet Tryphena and Tryphosa, who have worked hard in the Lord. Greet the beloved Persis, who has worked very hard in the Lord.
ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν κυρίῳ. ἀσπάσασθε Περσίδα τὴν ἀγαπητήν, ἥτις πολλὰ ἐκοπίασεν ἐν κυρίῳ.
13 Greet Rufus, chosen in the Lord, also his mother, and mine.
ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν κυρίῳ καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ.
14 Greet Asyncritus, Phlegon, Hermas, Patrobas, Hermes, and the brothers who are with them.
ἀσπάσασθε Ἀσύνκριτον, Φλέγοντα, Ἑρμῆν, Πατροβᾶν, Ἑρμᾶν, καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς.
15 Greet Philologus and Julia, Nereus and his sister, also Olympus and all the saints who are with them.
ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν, Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ, καὶ Ὀλυμπᾶν, καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους.
16 Greet one another with a holy kiss. The congregations of Christ greet you.
ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι πᾶσαι τοῦ Χριστοῦ.
17 Now I exhort you, brothers, to watch out for those who cause divisions and offenses, contrary to the doctrine you have learned, and avoid them.
Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας, καὶ ἐκκλίνετε ἀπ’ αὐτῶν·
18 Because such people do not serve our Lord Jesus Christ, but their own belly, and by smooth talk and flattery they deceive the hearts of the unsuspecting.
οἱ γὰρ τοιοῦτοι τῷ κυρίῳ ἡμῶν Χριστῷ οὐ δουλεύουσιν ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσιν τὰς καρδίας τῶν ἀκάκων.
19 I rejoice over you because your obedience has become known to all, but I want you to be wise as to what is good, yet innocent as to what is evil.
ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο· ἐφ’ ὑμῖν οὖν χαίρω, θέλω δὲ ὑμᾶς σοφοὺς εἶναι εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν.
20 The God of peace will quickly crush Satan under your feet! The grace of our Lord Jesus Christ be with you.
ὁ δὲ θεὸς τῆς εἰρήνης συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ μεθ’ ὑμῶν.
21 Timothy, my fellow worker, greets you, as do Lucius, Jason and Sosipater, my countrymen.
Ἀσπάζεται ὑμᾶς Τιμόθεος ὁ συνεργός μου, καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος οἱ συγγενεῖς μου.
22 I, Tertius, who penned this letter in the Lord, greet you.
ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος ὁ γράψας τὴν ἐπιστολὴν ἐν κυρίῳ.
23 Gaius, host to me and the whole congregation, greets you. Erastus, the city treasurer, greets you, as does brother Quartus.
ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου καὶ ὅλης τῆς ἐκκλησίας. ἀσπάζεται ὑμᾶς Ἔραστος ὁ οἰκονόμος τῆς πόλεως καὶ Κούαρτος ὁ ἀδελφός.
24 The grace of our Lord Jesus Christ be with us all! Amen.
25 Now to Him who has power to establish you according to my Gospel and the proclamation of Jesus Christ, according to the revelation of the mystery kept secret through long ages, (aiōnios )
Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου (aiōnios )
26 but now revealed and made known through the prophetic Scriptures, according to the command of the eternal God, with a view to obedience of faith among all ethnic nations (aiōnios )
φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν κατ’ ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, (aiōnios )
27 —to the only wise God, through Jesus Christ—to Him be the glory forever! Amen. (aiōn )
μόνῳ σοφῷ θεῷ, διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. (aiōn )