< John 9 >
1 Now as He was passing by He saw a man blind from birth.
Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς.
2 And His disciples asked Him saying, “Rabbi, who sinned, this man or his parents, in that he was born blind?”
καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;
3 Jesus answered: “Neither this man nor his parents sinned, but so that the works of God might be displayed in him.
ἀπεκρίθη Ἰησοῦς· Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλʼ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ θεοῦ ἐν αὐτῷ.
4 I must accomplish the works of Him who sent me while it is day; night is coming when no one can work.
⸀ἡμᾶςδεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι.
5 While I am in the world, I am the Light of the world.”
ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου.
6 Upon saying these things He spat on the ground and made mud with the saliva, and spread the mud on the blind man's eyes.
ταῦτα εἰπὼν ἔπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ⸀ἐπέχρισεν⸀αὐτοῦτὸν πηλὸν ἐπὶ τοὺς ⸀ὀφθαλμούς
7 And He said to him, “Go wash in the pool of Siloam” (which is translated, ‘Sent’). So he went and washed, and came away seeing!
καὶ εἶπεν αὐτῷ· Ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ (ὃ ἑρμηνεύεται Ἀπεσταλμένος). ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθεν βλέπων.
8 Then the neighbors and those who previously had seen that he was blind started saying, “Isn't this the man who sat begging?”
οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι ⸀προσαίτηςἦν ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν;
9 Others said, “This is he”; still others, “He is like him.” He kept saying, “I'm the one!”
ἄλλοι ἔλεγον ὅτι Οὗτός ἐστιν· ἄλλοι ⸂ἔλεγον· Οὐχί, ἀλλὰ⸃ ὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι Ἐγώ εἰμι.
10 So they said to him, “How were your eyes opened?”
ἔλεγον οὖν αὐτῷ· ⸀Πῶςἠνεῴχθησάν σου οἱ ὀφθαλμοί;
11 He answered and said: “A man called Jesus made mud and anointed my eyes and said to me, ‘Go to the pool of Siloam and wash.’ So when I went and washed, I saw!”
ἀπεκρίθη ⸀ἐκεῖνος ⸂Ὁ ἄνθρωπος ὁ λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέν μοι ⸀ὅτιὝπαγε εἰς ⸀τὸνΣιλωὰμ καὶ νίψαι· ἀπελθὼν ⸀οὖνκαὶ νιψάμενος ἀνέβλεψα.
12 Then they said to him, “Where is He?” He says, “I don't know.”
⸂καὶ εἶπαν αὐτῷ· Ποῦ ἐστιν ἐκεῖνος; λέγει· Οὐκ οἶδα.
13 They bring the man who was formerly blind to the Pharisees.
Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους τόν ποτε τυφλόν.
14 (Now it was a Sabbath when Jesus made the mud and opened his eyes.)
ἦν δὲ σάββατον ⸂ἐν ᾗ ἡμέρᾳ τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς.
15 So once again the Pharisees also asked him how he had received his sight. So he said to them, “He put mud on my eyes, and I washed, and I see.”
πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. ὁ δὲ εἶπεν αὐτοῖς· Πηλὸν ἐπέθηκέν μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω.
16 Then some of the Pharisees said, “This man cannot be from God, because he does not keep the Sabbath,” Others were saying, “How can a sinful man do such signs?” And there was a division among them.
ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές· ⸂Οὐκ ἔστιν οὗτος παρὰ θεοῦ ὁ ἄνθρωπος, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ⸀ἄλλοιἔλεγον· Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς.
17 So they address the blind man again, “What do you say about him, in that he opened your eyes?” He said, “He is a prophet.”
λέγουσιν ⸀οὖντῷ τυφλῷ πάλιν· ⸂Τί σὺ λέγεις περὶ αὐτοῦ, ὅτι ἠνέῳξέν σου τοὺς ὀφθαλμούς; ὁ δὲ εἶπεν ὅτι Προφήτης ἐστίν.
18 However the Jews did not believe concerning him that he was blind and received sight until they summoned the parents of the one who had received sight.
Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι ⸂ἦν τυφλὸς καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ ⸂τοῦ ἀναβλέψαντος
19 And they asked them saying: “Is this your son, whom you say was born blind? How then does he now see?”
καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν ⸂βλέπει ἄρτι;
20 So his parents answered them and said: “We know that this is our son, and that he was born blind;
ἀπεκρίθησαν ⸀οὖνοἱ γονεῖς αὐτοῦ καὶ εἶπαν· Οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη·
21 but by what means he now sees we don't know, or who opened his eyes we don't know. He is of age. Ask him. He will speak for himself.”
πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· ⸂αὐτὸν ἐρωτήσατε, ἡλικίαν ἔχει⸃, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει.
22 His parents said these things because they feared the Jews, because the Jews had already agreed that if anyone confessed Him to be Christ he would be barred from the synagogue.
ταῦτα εἶπαν οἱ γονεῖς αὐτοῦ ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους, ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ χριστόν, ἀποσυνάγωγος γένηται.
23 That is why his parents said, “He is of age; ask him.”
διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπαν ὅτι Ἡλικίαν ἔχει, αὐτὸν ⸀ἐπερωτήσατε
24 So they summoned the man who had been blind a second time and said to him: “Give glory to God! We know that this man is a sinner.”
Ἐφώνησαν οὖν ⸂τὸν ἄνθρωπον ἐκ δευτέρου ὃς ἦν τυφλὸς καὶ εἶπαν αὐτῷ· Δὸς δόξαν τῷ θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ⸂οὗτος ὁ ἄνθρωπος ἁμαρτωλός ἐστιν.
25 So he answered and said: “That He is a sinner, I do not know. One thing I do know, that having been blind I now see!”
ἀπεκρίθη οὖν ⸀ἐκεῖνος Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα ὅτι τυφλὸς ὢν ἄρτι βλέπω.
26 So they said to him again: “What did he do to you? How did he open your eyes?”
εἶπον ⸂οὖν αὐτῷ· Τί ἐποίησέν σοι; πῶς ἤνοιξέν σου τοὺς ὀφθαλμούς;
27 He answered them: “I already told you and you didn't listen. Why do you want to hear it again? You don't want to become His disciples too, do you?”
ἀπεκρίθη αὐτοῖς· Εἶπον ὑμῖν ἤδη καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι;
28 They reviled him and said: “You are that fellow's disciple, but we are Moses' disciples.
⸀ἐλοιδόρησαναὐτὸν καὶ εἶπον· Σὺ ⸂μαθητὴς εἶ ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί·
29 We know that God spoke to Moses; but this fellow—we don't know where he's from.”
ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.
30 The man answered and said to them: “Why, this is remarkable—you don't know where He is from; yet He opened my eyes!
ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· Ἐν ⸂τούτῳ γὰρ τὸ θαυμαστόν ἐστιν ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν, καὶ ἤνοιξέν μου τοὺς ὀφθαλμούς.
31 Now we know that God doesn't listen to sinners; but if anyone is God-fearing and does His will, to him He listens.
⸀οἴδαμενὅτι ⸂ἁμαρτωλῶν ὁ θεὸς οὐκ ἀκούει, ἀλλʼ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ τούτου ἀκούει.
32 Since time began it was never heard that anyone opened the eyes of a person born blind. (aiōn )
ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἠνέῳξέν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου· (aiōn )
33 If this man were not from God he would not be able to do anything.”
εἰ μὴ ἦν οὗτος παρὰ θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.
34 They answered and said to him, “You were totally born in sins, and you are teaching us?” And they expelled him.
ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω.
35 Jesus heard that they had expelled him, and finding him He said to him, “Do you believe into the Son of God?”
⸀ἬκουσενἸησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν ⸀εἶπεν Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ ⸀ἀνθρώπου
36 He answered and said, “And who is He, Lord, that I may believe into Him?”
ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· Καὶ τίς ἐστιν, κύριε, ἵνα πιστεύσω εἰς αὐτόν;
37 So Jesus said to him, “You have both seen Him and He is the One who is speaking with you.”
⸀εἶπεναὐτῷ ὁ Ἰησοῦς· Καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.
38 So he said, “Lord, I believe!” And he worshiped Him.
ὁ δὲ ἔφη· Πιστεύω, κύριε· καὶ προσεκύνησεν αὐτῷ.
39 And Jesus said, “I came into this world for judgment, so that those who do not see may see, and those who ‘see’ may become blind.”
καὶ εἶπεν ὁ Ἰησοῦς· Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.
40 And some of the Pharisees who were with Him heard these words and said to Him, “We aren't blind too, are we?”
⸀ἤκουσανἐκ τῶν Φαρισαίων ταῦτα οἱ ⸂μετʼ αὐτοῦ ὄντες, καὶ εἶπον αὐτῷ· Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν;
41 Jesus said to them: “If you were ‘blind’ you would not have sin. But now you say, ‘We see,’ so your sin remains.
εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι Βλέπομεν· ⸀ἡἁμαρτία ὑμῶν μένει.