< Revelation 19 >

1 After these things I heard as it were the voice of much people in heaven, saying: Alleluia. Salvation, and glory, and power is to our God.
Μετὰ ταῦτα ἤκουσα ὡς φωνὴν μεγάλην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷ λεγόντων· ἀλληλούϊα· ἡ σωτηρία καὶ ἡ δόξα καὶ ἡ δύναμις τοῦ Θεοῦ ἡμῶν,
2 For true and just are his judgments, who hath judged the great harlot which corrupted the earth with her fornication, and hath revenged the blood of his servants, at her hands.
ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ· ὅτι ἔκρινε τὴν πόρνην τὴν μεγάλην, ἥτις διέφθειρε τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐξεδίκησε τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸς αὐτῆς.
3 And again they said: Alleluia. And her smoke ascendeth for ever and ever. (aiōn g165)
καὶ δεύτερον εἴρηκαν· ἀλληλούϊα· καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. (aiōn g165)
4 And the four and twenty ancients, and the four living creatures fell down and adored God that sitteth upon the throne, saying: Amen; Alleluia.
καὶ ἔπεσαν οἱ εἴκοσι καὶ τέσσαρες πρεσβύτεροι καὶ τὰ τέσσαρα ζῷα καὶ προσεκύνησαν τῷ Θεῷ τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ λέγοντες· ἀμήν, ἀλληλούϊα.
5 And a voice came out from the throne, saying: Give praise to our God, all ye his servants; and you that fear him, little and great.
καὶ φωνὴ ἀπὸ τοῦ θρόνου ἐξῆλθε λέγουσα· αἰνεῖτε τὸν Θεὸν ἡμῶν πάντες οἱ δοῦλοι αὐτοῦ καὶ οἱ φοβούμενοι αὐτόν, οἱ μικροὶ καὶ οἱ μεγάλοι.
6 And I heard as it were the voice of a great multitude, and as the voice of many waters, and as the voice of great thunders, saying, Alleluia: for the Lord our God the Almighty hath reigned.
Καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ καὶ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν, λεγόντων· ἀλληλούϊα· ὅτι ἐβασίλευσε Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ.
7 Let us be glad and rejoice, and give glory to him; for the marriage of the Lamb is come, and his wife hath prepared herself.
χαίρωμεν καὶ ἀγαλλιώμεθα καὶ δῶμεν τὴν δόξαν αὐτῷ, ὅτι ἦλθεν ὁ γάμος τοῦ ἀρνίου καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν.
8 And it is granted to her that she should clothe herself with fine linen, glittering and white. For the fine linen are the justifications of saints.
καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται βύσσινον λαμπρὸν καθαρόν· τὸ γὰρ βύσσινον τὰ δικαιώματα τῶν ἁγίων ἐστί.
9 And he said to me: Write: Blessed are they that are called to the marriage supper of the Lamb. And he saith to me: These words of God are true.
Καὶ λέγει μοι· γράψον, μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι. καὶ λέγει μοι· οὗτοι οἱ λόγοι ἀληθινοὶ τοῦ Θεοῦ εἰσι.
10 And I fell down before his feet, to adore him. And he saith to me: See thou do it not: I am thy fellow servant, and of thy brethren, who have the testimony of Jesus. Adore God. For the testimony of Jesus is the spirit of prophecy.
Καὶ ἔπεσα ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ. καὶ λέγει μοι· ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ· τῷ Θεῷ προσκύνησον· ἡ γὰρ μαρτυρία τοῦ Ἰησοῦ ἐστι τὸ πνεῦμα τῆς προφητείας.
11 And I saw heaven opened, and behold a white horse; and he that sat upon him was called faithful and true, and with justice doth he judge and fight.
Καὶ εἶδον τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ᾽ αὐτόν, καλούμενος πιστὸς καὶ ἀληθινός, καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ·
12 And his eyes were as a flame of fire, and on his head were many diadems, and he had a name written, which no man knoweth but himself.
οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά, ἔχων [ὀνόματα γεγραμμένα, καὶ] ὄνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός,
13 And he was clothed with a garment sprinkled with blood; and his name is called, THE WORD OF GOD.
καὶ περιβεβλημένος ἱμάτιον βεβαμμένον [ἐν] αἵματι, καὶ κέκληται τὸ ὄνομα αὐτοῦ, ὁ λόγος τοῦ Θεοῦ.
14 And the armies that are in heaven followed him on white horses, clothed in fine linen, white and clean.
καὶ τὰ στρατεύματα [τὰ] ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐπὶ ἵπποις λευκοῖς, ἐνδεδυμένοι βύσσινον λευκὸν καθαρόν.
15 And out of his mouth proceedeth a sharp two edged sword; that with it he may strike the nations. And he shall rule them with a rod of iron; and he treadeth the winepress of the fierceness of the wrath of God the Almighty.
καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ῥομφαία ὀξεῖα [δίστομος], ἵνα ἐν αὐτῇ πατάσσῃ τὰ ἔθνη· καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς τοῦ Θεοῦ τοῦ παντοκράτορος.
16 And he hath on his garment, and on his thigh written: KING OF KINGS, AND LORD OF LORDS.
καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ ὄνομα γεγραμμένον, βασιλεὺς βασιλέων καὶ κύριος κυρίων.
17 And I saw an angel standing in the sun, and he cried with a loud voice, saying to all the birds that did fly through the midst of heaven: Come, gather yourselves together to the great supper of God:
Καὶ εἶδον ἕνα ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ, καὶ ἔκραξεν [ἐν] φωνῇ μεγάλῃ λέγων πᾶσι τοῖς ὀρνέοις τοῖς πετομένοις ἐν μεσουρανήματι· δεῦτε συνάχθητε εἰς τὸ δεῖπνον τὸ μέγα τοῦ Θεοῦ,
18 That you may eat the flesh of kings, and the flesh of tribunes, and the flesh of mighty men, and the flesh of horses, and of them that sit on them, and the flesh of all freemen and bondmen, and of little and of great.
ἵνα φάγητε σάρκας βασιλέων καὶ σάρκας χιλιάρχων καὶ σάρκας ἰσχυρῶν καὶ σάρκας ἵππων καὶ τῶν καθημένων ἐπ᾽ αὐτῶν, καὶ σάρκας πάντων ἐλευθέρων [τε] καὶ δούλων, καὶ μικρῶν [τε] καὶ μεγάλων.
19 And I saw the beast, and the kings of the earth, and their armies gathered together to make war with him that sat upon the horse, and with his army.
Καὶ εἶδον τὸ θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς καὶ τὰ στρατεύματα αὐτῶν συνηγμένα ποιῆσαι τὸν πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ.
20 And the beast was taken, and with him the false prophet, who wrought signs before him, wherewith he seduced them who received the character of the beast, and who adored his image. These two were cast alive into the pool of fire, burning with brimstone. (Limnē Pyr g3041 g4442)
καὶ ἐπιάσθη τὸ θηρίον καὶ ὁ μετ᾽ αὐτοῦ ψευδοπροφήτης ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησε τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ· ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς τὴν καιομένην ἐν θείῳ. (Limnē Pyr g3041 g4442)
21 And the rest were slain by the sword of him that sitteth upon the horse, which proceedeth out of his mouth; and all the birds were filled with their flesh.
καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ῥομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου, τῇ ἐξελθούσῃ ἐκ τοῦ στόματος αὐτοῦ· καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν αὐτῶν.

< Revelation 19 >