< 1 Corinthians 16 >

1 Now concerning the collections that are made for the saints, as I have given order to the churches of Galatia, so do ye also.
Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας οὕτω καὶ ὑμεῖς ποιήσατε.
2 On the first day of the week let every one of you put apart with himself, laying up what it shall well please him; that when I come, the collections be not then to be made.
κατὰ μίαν σαββάτων ἕκαστος ὑμῶν παρ᾽ ἑαυτῷ τιθέτω θησαυρίζων ὅ τι ἂν εὐοδῶται, ἵνα μὴ ὅταν ἔλθω τότε λογίαι γίνωνται.
3 And when I shall be with you, whomsoever you shall approve by letters, them will I send to carry your grace to Jerusalem.
ὅταν δὲ παραγένωμαι, οὓς ἐὰν δοκιμάσητε, δι᾽ ἐπιστολῶν τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἱερουσαλήμ·
4 And if it be meet that I also go, they shall go with me.
ἐὰν δὲ ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται.
5 Now I will come to you, when I shall have passed through Macedonia. For I shall pass through Macedonia.
Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς ὅταν Μακεδονίαν διέλθω· Μακεδονίαν γὰρ διέρχομαι·
6 And with you perhaps I shall abide, or even spend the winter: that you may bring me on my way whithersoever I shall go.
πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ ἢ καὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι.
7 For I will not see you now by the way, for I trust that I shall abide with you some time, if the Lord permit.
οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν, ἐλπίζω δὲ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος ἐπιτρέπῃ.
8 But I will tarry at Ephesus until Pentecost.
ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς πεντηκοστῆς·
9 For a great door and evident is opened unto me: and many adversaries.
θύρα γάρ μοι ἀνέῳγε μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί.
10 Now if Timothy come, see that he be with you without fear, for he worketh the work of the Lord, as I also do.
Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς· τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται ὡς κἀγώ· μή τις οὖν αὐτὸν ἐξουθενήσῃ.
11 Let no man therefore despise him, but conduct ye him on his way in peace: that he may come to me. For I look for him with the brethren.
προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ ἵνα ἔλθῃ πρός με· ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν.
12 And touching our brother Apollo, I give you to understand, that I much entreated him to come unto you with the brethren: and indeed it was not his will at all to come at this time. But he will come when he shall have leisure.
Περὶ δὲ Ἀπολλὼ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ, ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ.
13 Watch ye, stand fast in the faith, do manfully, and be strengthened.
Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε.
14 Let all your things be done in charity.
πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω.
15 And I beseech you, brethren, you know the house of Stephanas, and of Fortunatus, and of Achaicus, that they are the firstfruits of Achaia, and have dedicated themselves to the ministry of the saints:
Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς·
16 That you also be subject to such, and to every one that worketh with us, and laboureth.
ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι.
17 And I rejoice in the presence of Stephanas, and Fortunatus, and Achaicus, because that which was wanting on your part, they have supplied.
χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φουρτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν·
18 For they have refreshed both my spirit and yours. Know them, therefore, that are such.
ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. ἐπιγινώσκετε οὖν τοὺς τοιούτους.
19 The churches of Asia salute you. Aquila and Priscilla salute you much in the Lord, with the church that is in their house, with whom I also lodge.
Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκιλλα σὺν τῇ κατ᾽ οἶκον αὐτῶν ἐκκλησίᾳ.
20 All the brethren salute you. Salute one another with a holy kiss.
ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ.
21 The salutation of me Paul, with my own hand.
Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου.
22 If any man love not our Lord Jesus Christ, let him be anathema, maranatha.
εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν Χριστόν, ἤτω ἀνάθεμα. μαρὰν ἀθᾶ.
23 The grace of our Lord Jesus Christ be with you.
Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μεθ᾽ ὑμῶν.
24 My charity be with you all in Christ Jesus. Amen.
ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ· ἀμήν.

< 1 Corinthians 16 >