< 1 Chronicles 17 >
1 Now when David was dwelling in his house, he said to Nathan the prophet: Behold I dwell in a house of cedar: and the ark of the covenant of the Lord is under skins.
καὶ ἐγένετο ὡς κατῴκησεν Δαυιδ ἐν οἴκῳ αὐτοῦ καὶ εἶπεν Δαυιδ πρὸς Ναθαν τὸν προφήτην ἰδοὺ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ καὶ ἡ κιβωτὸς διαθήκης κυρίου ὑποκάτω δέρρεων
2 And Nathan said to David: Do all that is in thy heart: for God is with thee.
καὶ εἶπεν Ναθαν πρὸς Δαυιδ πᾶν τὸ ἐν τῇ ψυχῇ σου ποίει ὅτι ὁ θεὸς μετὰ σοῦ
3 Now that night the word of God came to Nathan, saying:
καὶ ἐγένετο ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἐγένετο λόγος κυρίου πρὸς Ναθαν λέγων
4 Go, and speak to David my servant: Thus saith the Lord: Thou shalt not build me a house to dwell in.
πορεύου καὶ εἰπὸν πρὸς Δαυιδ τὸν παῖδά μου οὕτως εἶπεν κύριος οὐ σὺ οἰκοδομήσεις μοι οἶκον τοῦ κατοικῆσαί με ἐν αὐτῷ
5 For I have not remained in a house from the time that I brought up Israel, to this day: but I have been always changing places in a tabernacle, and in a tent,
ὅτι οὐ κατῴκησα ἐν οἴκῳ ἀπὸ τῆς ἡμέρας ἧς ἀνήγαγον τὸν Ισραηλ ἕως τῆς ἡμέρας ταύτης καὶ ἤμην ἐν σκηνῇ καὶ ἐν καταλύματι
6 Abiding with all Israel. Did I ever speak to any one, of all the judges of Israel, whom I charged to feed my people, saying: Why have you not built me a house of cedar?
ἐν πᾶσιν οἷς διῆλθον ἐν παντὶ Ισραηλ εἰ λαλῶν ἐλάλησα πρὸς μίαν φυλὴν Ισραηλ τοῦ ποιμαίνειν τὸν λαόν μου λέγων ὅτι οὐκ ᾠκοδομήκατέ μοι οἶκον κέδρινον
7 Now therefore thus shalt thou say to my servant David: Thus saith the Lord of hosts: I took thee from the pastures, from following the flock, that thou shouldst be ruler of my people Israel.
καὶ νῦν οὕτως ἐρεῖς τῷ δούλῳ μου Δαυιδ τάδε λέγει κύριος παντοκράτωρ ἔλαβόν σε ἐκ τῆς μάνδρας ἐξόπισθεν τῶν ποιμνίων τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ισραηλ
8 And I have been with thee whithersoever thou hast gone: and have slain all thy enemies before thee, and have made thee a name like that of one of the great ones that are renowned in the earth.
καὶ ἤμην μετὰ σοῦ ἐν πᾶσιν οἷς ἐπορεύθης καὶ ἐξωλέθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου καὶ ἐποίησά σοι ὄνομα κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς
9 And I have given a place to my people Israel: they shall be planted, and shall dwell therein, and shall be moved no more, neither shall the children of iniquity waste them, as at the beginning,
καὶ θήσομαι τόπον τῷ λαῷ μου Ισραηλ καὶ καταφυτεύσω αὐτόν καὶ κατασκηνώσει καθ’ ἑαυτὸν καὶ οὐ μεριμνήσει ἔτι καὶ οὐ προσθήσει ἀδικία τοῦ ταπεινῶσαι αὐτὸν καθὼς ἀπ’ ἀρχῆς
10 Since the days that I gave judges to my people Israel, and have humbled all thy enemies. And I declare to thee, that the Lord will build thee a house.
καὶ ἀφ’ ἡμερῶν ὧν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου Ισραηλ καὶ ἐταπείνωσα ἅπαντας τοὺς ἐχθρούς σου καὶ αὐξήσω σε καὶ οἶκον οἰκοδομήσει σοι κύριος
11 And when thou shalt have ended thy days to go to thy fathers, I will raise up thy seed after thee, which shall be of thy sons: and I will establish his kingdom.
καὶ ἔσται ὅταν πληρωθῶσιν αἱ ἡμέραι σου καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σέ ὃς ἔσται ἐκ τῆς κοιλίας σου καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ
12 He shall build me a house, and I will establish his throne for ever.
αὐτὸς οἰκοδομήσει μοι οἶκον καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως αἰῶνος
13 I will be to him a father, and he shall be to me a son: and I will not take my mercy away from him, as I took it from him that was before thee.
ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν καὶ τὸ ἔλεός μου οὐκ ἀποστήσω ἀπ’ αὐτοῦ ὡς ἀπέστησα ἀπὸ τῶν ὄντων ἔμπροσθέν σου
14 But I will settle him in my house, and in my kingdom for ever: and his throne shall be most firm for ever.
καὶ πιστώσω αὐτὸν ἐν οἴκῳ μου καὶ ἐν βασιλείᾳ αὐτοῦ ἕως αἰῶνος καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος ἕως αἰῶνος
15 According to all these words, and according to all this vision, so did Nathan speak to David.
κατὰ πάντας τοὺς λόγους τούτους καὶ κατὰ πᾶσαν τὴν ὅρασιν ταύτην οὕτως ἐλάλησεν Ναθαν πρὸς Δαυιδ
16 And king David came and sat before the Lord, and said: Who am I, O Lord God, and what is my house, that thou shouldst give such things to me?
καὶ ἦλθεν ὁ βασιλεὺς Δαυιδ καὶ ἐκάθισεν ἀπέναντι κυρίου καὶ εἶπεν τίς εἰμι ἐγώ κύριε ὁ θεός καὶ τίς ὁ οἶκός μου ὅτι ἠγάπησάς με ἕως αἰῶνος
17 But even this hath seemed little in thy sight, and therefore thou hast also spoken concerning the house of thy servant for the time to come: and best made me remarkable above all men, O Lord God.
καὶ ἐσμικρύνθη ταῦτα ἐνώπιόν σου ὁ θεός καὶ ἐλάλησας ἐπὶ τὸν οἶκον τοῦ παιδός σου ἐκ μακρῶν καὶ ἐπεῖδές με ὡς ὅρασις ἀνθρώπου καὶ ὕψωσάς με κύριε ὁ θεός
18 What can David add more, seeing thou hast thus glorified thy servant, and known him?
τί προσθήσει ἔτι Δαυιδ πρὸς σὲ τοῦ δοξάσαι καὶ σὺ τὸν δοῦλόν σου οἶδας
19 O Lord, for thy servant’s sake, according to thy own heart, thou hast shewn all this magnificence, and wouldst have all the great things to be known.
καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας τὴν πᾶσαν μεγαλωσύνην
20 O Lord there is none like thee: and there is no other God beside thee, of all whom we have heard of with our ears.
κύριε οὐκ ἔστιν ὅμοιός σοι καὶ οὐκ ἔστιν πλὴν σοῦ κατὰ πάντα ὅσα ἠκούσαμεν ἐν ὠσὶν ἡμῶν
21 For what other nation is there upon earth like thy people Israel, whom God went to deliver, and make a people for himself, and by his greatness and terrors cast out nations before their face whom he had delivered out of Egypt?
καὶ οὐκ ἔστιν ὡς ὁ λαός σου Ισραηλ ἔθνος ἔτι ἐπὶ τῆς γῆς ὡς ὡδήγησεν αὐτὸν ὁ θεὸς τοῦ λυτρώσασθαι ἑαυτῷ λαὸν τοῦ θέσθαι ἑαυτῷ ὄνομα μέγα καὶ ἐπιφανὲς τοῦ ἐκβαλεῖν ἀπὸ προσώπου λαοῦ σου οὓς ἐλυτρώσω ἐξ Αἰγύπτου ἔθνη
22 And thou hast made thy people Israel to be thy own people for ever, and thou, O Lord, art become their God.
καὶ ἔδωκας τὸν λαόν σου Ισραηλ σεαυτῷ λαὸν ἕως αἰῶνος καὶ σύ κύριε αὐτοῖς εἰς θεόν
23 Now therefore, O Lord, let the word which thou hast spoken to thy servant, and concerning his house, be established for ever, and do as thou hast said.
καὶ νῦν κύριε ὁ λόγος σου ὃν ἐλάλησας πρὸς τὸν παῖδά σου καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ πιστωθήτω ἕως αἰῶνος
24 And let thy name remain and be magnified for ever: and let it be said: The Lord of hosts is God of Israel, and the house of David his servant remaineth before him.
λεγόντων κύριε κύριε παντοκράτωρ θεὸς Ισραηλ καὶ ὁ οἶκος Δαυιδ παιδός σου ἀνωρθωμένος ἐναντίον σου
25 For thou, O Lord my God, hast revealed to the ear of thy servant, that thou wilt build him a house: and therefore thy servant hath found confidence to pray before thee.
ὅτι σύ κύριε ἤνοιξας τὸ οὖς τοῦ παιδός σου τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον διὰ τοῦτο εὗρεν ὁ παῖς σου τοῦ προσεύξασθαι κατὰ πρόσωπόν σου
26 And now O Lord, thou art God: and thou hast promised to thy servant such great benefits.
καὶ νῦν κύριε σὺ εἶ αὐτὸς ὁ θεὸς καὶ ἐλάλησας ἐπὶ τὸν δοῦλόν σου τὰ ἀγαθὰ ταῦτα
27 And thou hast begun to bless the house of thy servant, that it may be always before thee: for seeing thou blessest it, O Lord, it shall be blessed for ever.
καὶ νῦν ἤρξω τοῦ εὐλογῆσαι τὸν οἶκον τοῦ παιδός σου τοῦ εἶναι εἰς τὸν αἰῶνα ἐναντίον σου ὅτι σύ κύριε εὐλόγησας καὶ εὐλόγησον εἰς τὸν αἰῶνα