< Psalms 38 >
1 A Psalm of David, to bring to remembrance. Jehovah, rebuke me not in thy wrath; neither chasten me in thy hot displeasure.
ψαλμὸς τῷ Δαυιδ εἰς ἀνάμνησιν περὶ σαββάτου κύριε μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με
2 For thine arrows stick fast in me, and thy hand cometh down upon me.
ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι καὶ ἐπεστήρισας ἐπ’ ἐμὲ τὴν χεῖρά σου
3 There is no soundness in my flesh because of thine indignation; no peace in my bones, because of my sin.
οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου οὐκ ἔστιν εἰρήνη τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου
4 For mine iniquities are gone over my head: as a heavy burden they are too heavy for me.
ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμέ
5 My wounds stink, they are corrupt, because of my foolishness.
προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου
6 I am depressed; I am bowed down beyond measure; I go mourning all the day.
ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην
7 For my loins are full of burning, and there is no soundness in my flesh.
ὅτι αἱ ψύαι μου ἐπλήσθησαν ἐμπαιγμῶν καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου
8 I am faint and broken beyond measure; I roar by reason of the agitation of my heart.
ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου
9 Lord, all my desire is before thee, and my sighing is not hid from thee.
κύριε ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἐκρύβη
10 My heart throbbeth, my strength hath left me; and the light of mine eyes, it also is no more with me.
ἡ καρδία μου ἐταράχθη ἐγκατέλιπέν με ἡ ἰσχύς μου καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου καὶ αὐτὸ οὐκ ἔστιν μετ’ ἐμοῦ
11 My lovers and mine associates stand aloof from my stroke; and my kinsmen stand afar off.
οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν
12 And they that seek after my life lay snares [for me]; and they that seek my hurt speak mischievous things, and meditate deceits all the day long.
καὶ ἐξεβιάσαντο οἱ ζητοῦντες τὴν ψυχήν μου καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν
13 But I, as a deaf [man], hear not; and am as a dumb man that openeth not his mouth.
ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ
14 Yea, I am as a man that heareth not, and in whose mouth are no reproofs.
καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς
15 For in thee, Jehovah, do I hope: thou wilt answer, O Lord my God.
ὅτι ἐπὶ σοί κύριε ἤλπισα σὺ εἰσακούσῃ κύριε ὁ θεός μου
16 For I said, Let them not rejoice over me! When my foot slipped, they magnified [themselves] against me.
ὅτι εἶπα μήποτε ἐπιχαρῶσίν μοι οἱ ἐχθροί μου καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ’ ἐμὲ ἐμεγαλορρημόνησαν
17 For I am ready to halt, and my pain is continually before me.
ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μου διὰ παντός
18 For I will declare mine iniquity, I am grieved for my sin.
ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου
19 But mine enemies are lively, they are strong; and they that hate me wrongfully are multiplied:
οἱ δὲ ἐχθροί μου ζῶσιν καὶ κεκραταίωνται ὑπὲρ ἐμέ καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως
20 And they that render evil for good are adversaries unto me; because I pursue what is good.
οἱ ἀνταποδιδόντες κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με ἐπεὶ κατεδίωκον δικαιοσύνην καὶ ἀπέρριψάν με τὸν ἀγαπητὸν ὡσεὶ νεκρὸν ἐβδελυγμένον
21 Forsake me not, Jehovah; O my God, be not far from me.
μὴ ἐγκαταλίπῃς με κύριε ὁ θεός μου μὴ ἀποστῇς ἀπ’ ἐμοῦ
22 Make haste to help me, O Lord, my salvation.
πρόσχες εἰς τὴν βοήθειάν μου κύριε τῆς σωτηρίας μου