< Nehemiah 3 >
1 And Eliashib the high priest rose up with his brethren the priests, and they built the sheep-gate. They hallowed it, and set up its doors; and they hallowed it even to the tower of Meah, to the tower of Hananeel.
καὶ ἀνέστη Ελισουβ ὁ ἱερεὺς ὁ μέγας καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ ᾠκοδόμησαν τὴν πύλην τὴν προβατικήν αὐτοὶ ἡγίασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ ἕως πύργου τῶν ἑκατὸν ἡγίασαν ἕως πύργου Ανανεηλ
2 And next to them built the men of Jericho. And next to them built Zaccur the son of Imri.
καὶ ἐπὶ χεῖρας υἱῶν ἀνδρῶν Ιεριχω καὶ ἐπὶ χεῖρας υἱῶν Ζακχουρ υἱοῦ Αμαρι
3 And the fish-gate did the sons of Senaah build: they laid its beams, and set up its doors, its locks and its bars.
καὶ τὴν πύλην τὴν ἰχθυηρὰν ᾠκοδόμησαν υἱοὶ Ασανα αὐτοὶ ἐστέγασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς
4 And next to them repaired Meremoth the son of Urijah, the son of Koz. And next to them repaired Meshullam the son of Berechiah, the son of Meshezabeel. And next to them repaired Zadok the son of Baana.
καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχεν ἀπὸ Ραμωθ υἱὸς Ουρια υἱοῦ Ακως καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχεν Μοσολλαμ υἱὸς Βαραχιου υἱοῦ Μασεζεβηλ καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχεν Σαδωκ υἱὸς Βαανα
5 And next to them the Tekoites repaired; but their nobles put not their necks to the work of their Lord.
καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχοσαν οἱ Θεκωιν καὶ αδωρηεμ οὐκ εἰσήνεγκαν τράχηλον αὐτῶν εἰς δουλείαν αὐτῶν
6 And the gate of the old [wall] repaired Jehoiada the son of Paseah, and Meshullam the son of Besodiah; they laid its beams, and set up its doors, and its locks, and its bars.
καὶ τὴν πύλην τοῦ Ισανα ἐκράτησαν Ιοϊδα υἱὸς Φασεκ καὶ Μεσουλαμ υἱὸς Βασωδια αὐτοὶ ἐστέγασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς
7 And next to them repaired Melatiah the Gibeonite, and Jadon the Meronothite, the men of Gibeon and of Mizpah, to the seat of the governor on this side the river.
8 Next to them repaired Uzziel the son of Harhaiah, of the goldsmiths; and next to him repaired Hananiah of the perfumers, and they left Jerusalem [in its state] as far as the broad wall.
καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησεν Ανανιας υἱὸς τοῦ Ρωκεϊμ καὶ κατέλιπον Ιερουσαλημ ἕως τοῦ τείχους τοῦ πλατέος
9 And next to them repaired Rephaiah the son of Hur, the ruler of the half part of Jerusalem.
καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησεν Ραφαια ἄρχων ἡμίσους περιχώρου Ιερουσαλημ
10 And next to them repaired Jedaiah the son of Harumaph, even over against his house. And next to him repaired Hattush the son of Hashabniah.
καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησεν Ιεδαια υἱὸς Ερωμαφ καὶ κατέναντι οἰκίας αὐτοῦ καὶ ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν Ατους υἱὸς Ασβανια
11 Malchijah the son of Harim and Hasshub the son of Pahath-Moab repaired a second piece, and the tower of the furnaces.
καὶ δεύτερος ἐκράτησεν Μελχιας υἱὸς Ηραμ καὶ Ασουβ υἱὸς Φααθμωαβ καὶ ἕως πύργου τῶν θαννουριμ
12 And next to them repaired Shallum the son of Hallohesh, the ruler of the half part of Jerusalem, he and his daughters.
καὶ ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν Σαλουμ υἱὸς Αλλωης ἄρχων ἡμίσους περιχώρου Ιερουσαλημ αὐτὸς καὶ αἱ θυγατέρες αὐτοῦ
13 The valley-gate repaired Hanun, and the inhabitants of Zanoah; they built it, and set up its doors, its locks and its bars, and a thousand cubits of the wall as far as the dung-gate.
τὴν πύλην τῆς φάραγγος ἐκράτησαν Ανουν καὶ οἱ κατοικοῦντες Ζανω αὐτοὶ ᾠκοδόμησαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς καὶ χιλίους πήχεις ἐν τῷ τείχει ἕως πύλης τῆς κοπρίας
14 And the dung-gate repaired Malchijah the son of Rechab, the chief of the district of Beth-haccerem; he built it, and set up its doors, its locks and its bars.
καὶ τὴν πύλην τῆς κοπρίας ἐκράτησεν Μελχια υἱὸς Ρηχαβ ἄρχων περιχώρου Βηθαχαρμ αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ καὶ ἐσκέπασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς
15 And the fountain-gate repaired Shallun the son of Colhozeh, the chief of the district of Mizpah; he built it, and covered it, and set up its doors, its locks and its bars, and the wall of the pool of Shelah by the king's garden, and to the stairs that go down from the city of David.
καὶ τὸ τεῖχος κολυμβήθρας τῶν κωδίων τῇ κουρᾷ τοῦ βασιλέως καὶ ἕως τῶν κλιμάκων τῶν καταβαινουσῶν ἀπὸ πόλεως Δαυιδ
16 After him repaired Nehemiah the son of Azbuk, the chief of the half district of Beth-zur, even over against the sepulchres of David, and to the pool that was made, and to the house of the mighty [men].
ὀπίσω αὐτοῦ ἐκράτησεν Νεεμιας υἱὸς Αζαβουχ ἄρχων ἡμίσους περιχώρου Βηθσουρ ἕως κήπου τάφου Δαυιδ καὶ ἕως τῆς κολυμβήθρας τῆς γεγονυίας καὶ ἕως Βηθαγγαβαριμ
17 After him repaired the Levites, Rehum the son of Bani. Next to him repaired Hashabiah, the chief of the half district of Keilah, for his district.
ὀπίσω αὐτοῦ ἐκράτησαν οἱ Λευῖται Ραουμ υἱὸς Βανι ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν Ασαβια ἄρχων ἡμίσους περιχώρου Κεϊλα τῷ περιχώρῳ αὐτοῦ
18 After him repaired their brethren, Bavvai the son of Henadad, the chief of the half district of Keilah.
μετ’ αὐτὸν ἐκράτησαν ἀδελφοὶ αὐτῶν Βενι υἱὸς Ηναδαδ ἄρχων ἡμίσους περιχώρου Κεϊλα
19 And next to him repaired Ezer the son of Jeshua, the ruler of Mizpah, a second piece over against the going up to the armoury at the angle.
καὶ ἐκράτησεν ἐπὶ χεῖρα αὐτοῦ Αζουρ υἱὸς Ἰησοῦ ἄρχων τοῦ Μασφε μέτρον δεύτερον πύργου ἀναβάσεως τῆς συναπτούσης τῆς γωνίας
20 After him Baruch the son of Zabbai earnestly repaired another piece, from the angle to the entry of the house of Eliashib the high priest.
μετ’ αὐτὸν ἐκράτησεν Βαρουχ υἱὸς Ζαβου μέτρον δεύτερον ἀπὸ τῆς γωνίας ἕως θύρας Βηθελισουβ τοῦ ἱερέως τοῦ μεγάλου
21 After him repaired Meremoth the son of Urijah, the son of Koz, another piece, from the door of the house of Eliashib as far as the end of the house of Eliashib.
μετ’ αὐτὸν ἐκράτησεν Μεραμωθ υἱὸς Ουρια υἱοῦ Ακως μέτρον δεύτερον ἀπὸ θύρας Βηθελισουβ ἕως ἐκλείψεως Βηθελισουβ
22 And after him repaired the priests, the men of the plain [of Jordan].
καὶ μετ’ αὐτὸν ἐκράτησαν οἱ ἱερεῖς ἄνδρες Αχεχαρ
23 After them repaired Benjamin and Hasshub over against their house. After them repaired Azariah the son of Maaseiah, the son of Ananiah, by his house.
καὶ μετ’ αὐτὸν ἐκράτησεν Βενιαμιν καὶ Ασουβ κατέναντι οἴκου αὐτῶν μετ’ αὐτὸν ἐκράτησεν Αζαρια υἱὸς Μαασηα υἱοῦ Ανανια ἐχόμενα οἴκου αὐτοῦ
24 After him repaired Binnui the son of Henadad another piece, from the house of Azariah to the angle, as far as the corner.
μετ’ αὐτὸν ἐκράτησεν Βανι υἱὸς Ηναδαδ μέτρον δεύτερον ἀπὸ Βηθαζαρια ἕως τῆς γωνίας καὶ ἕως τῆς καμπῆς
25 Palal the son of Uzai, over against the angle, and the high tower that lies out from the king's house, which was by the court of the prison. After him, Pedaiah the son of Parosh.
Φαλαλ υἱοῦ Ευζαι ἐξ ἐναντίας τῆς γωνίας καὶ ὁ πύργος ὁ ἐξέχων ἐκ τοῦ οἴκου τοῦ βασιλέως ὁ ἀνώτερος ὁ τῆς αὐλῆς τῆς φυλακῆς καὶ μετ’ αὐτὸν Φαδαια υἱὸς Φορος
26 (Now the Nethinim dwelt in Ophel, even over against the water-gate toward the east, and the tower which lies out.)
καὶ οἱ ναθινιμ ἦσαν οἰκοῦντες ἐν τῷ Ωφαλ ἕως κήπου πύλης τοῦ ὕδατος εἰς ἀνατολάς καὶ ὁ πύργος ὁ ἐξέχων
27 After him the Tekoites repaired a second piece, over against the great tower which lies out, as far as the wall of Ophel.
μετ’ αὐτὸν ἐκράτησαν οἱ Θεκωιν μέτρον δεύτερον ἐξ ἐναντίας τοῦ πύργου τοῦ μεγάλου τοῦ ἐξέχοντος καὶ ἕως τοῦ τείχους τοῦ Οφλα
28 From above the horse-gate repaired the priests, every one over against his house.
ἀνώτερον πύλης τῶν ἵππων ἐκράτησαν οἱ ἱερεῖς ἀνὴρ ἐξ ἐναντίας οἴκου αὐτοῦ
29 After them repaired Zadok the son of Immer over against his house. And after him repaired also Shemaiah the son of Shechaniah, the keeper of the east gate.
μετ’ αὐτὸν ἐκράτησεν Σαδδουκ υἱὸς Εμμηρ ἐξ ἐναντίας οἴκου αὐτοῦ καὶ μετ’ αὐτὸν ἐκράτησεν Σαμαια υἱὸς Σεχενια φύλαξ τῆς πύλης τῆς ἀνατολῆς
30 After him repaired Hananiah the son of Shelemiah, and Hanun the sixth son of Zalaph, a second piece. After them repaired Meshullam the son of Berechiah over against his chamber.
μετ’ αὐτὸν ἐκράτησεν Ανανια υἱὸς Σελεμια καὶ Ανουμ υἱὸς Σελεφ ὁ ἕκτος μέτρον δεύτερον μετ’ αὐτὸν ἐκράτησεν Μεσουλαμ υἱὸς Βαρχια ἐξ ἐναντίας γαζοφυλακίου αὐτοῦ
31 After him repaired Malchijah of the goldsmiths to the place of the Nethinim and of the dealers, over against the gate Miphkad, and to the ascent of the corner.
μετ’ αὐτὸν ἐκράτησεν Μελχια υἱὸς τοῦ Σαραφι ἕως Βηθαναθινιμ καὶ οἱ ῥοποπῶλαι ἀπέναντι πύλης τοῦ Μαφεκαδ καὶ ἕως ἀναβάσεως τῆς καμπῆς
32 And between the ascent of the corner and the sheep-gate repaired the goldsmiths and the dealers.
καὶ ἀνὰ μέσον ἀναβάσεως τῆς πύλης τῆς προβατικῆς ἐκράτησαν οἱ χαλκεῖς καὶ οἱ ῥοποπῶλαι