< Matthew 8 >

1 And when he had come down from the mountain, great crowds followed him.
(Καταβάντος *N(k)O*) δὲ (αὐτοῦ *N(k)O*) ἀπὸ τοῦ ὄρους ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί.
2 And behold, a leper came up to [him] and did him homage, saying, Lord, if thou wilt, thou art able to cleanse me.
καὶ ἰδοὺ λεπρὸς (προσελθὼν *N(k)O*) προσεκύνει αὐτῷ λέγων· κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.
3 And he stretched out his hand and touched him, saying, I will; be cleansed. And immediately his leprosy was cleansed.
καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ (ὁ *k*) (Ἰησοῦς *K*) λέγων· θέλω, καθαρίσθητι. καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα.
4 And Jesus says to him, See thou tell no man, but go, shew thyself to the priest, and offer the gift which Moses ordained, for a testimony to them.
καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ὅρα μηδενὶ εἴπῃς, ἀλλ᾽ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκον τὸ δῶρον ὃ προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς.
5 And when he had entered into Capernaum, a centurion came to him, beseeching him,
(Εἰσελθόντος *N(k)O*) δὲ (αὐτοῦ *n(o)*) (τῷ Ἰησοῦ *k*) εἰς Καφαρναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν
6 and saying, Lord, my servant lies paralytic in the house, suffering grievously.
καὶ λέγων· κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικὸς δεινῶς βασανιζόμενος.
7 And Jesus says to him, I will come and heal him.
καὶ λέγει αὐτῷ (ὁ Ἰησοῦς· *ko*) ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν.
8 And the centurion answered and said, Lord, I am not fit that thou shouldest enter under my roof; but only speak a word, and my servant shall be healed.
καὶ ἀποκριθεὶς (δὲ *o*) ὁ ἑκατόνταρχος ἔφη· κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς, ἀλλὰ μόνον εἰπὲ (λόγῳ, *N(k)O*) καὶ ἰαθήσεται ὁ παῖς μου.
9 For I also am a man under authority, having under me soldiers, and I say to this [one], Go, and he goes; and to another, Come, and he comes; and to my bondman, Do this, and he does it.
καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν (τασσόμενος *O*) ἔχων ὑπ᾽ ἐμαυτὸν στρατιώτας καὶ λέγω τούτῳ· πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ· ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου· ποίησον τοῦτο, καὶ ποιεῖ.
10 And when Jesus heard it, he wondered, and said to those who followed, Verily I say unto you, Not even in Israel have I found so great faith.
Ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασεν καὶ εἶπεν τοῖς ἀκολουθοῦσιν· ἀμὴν λέγω ὑμῖν· (παρ᾽ *no*) (οὐδενὶ *N(k)O*) τοσαύτην πίστιν ἐν τῷ Ἰσραὴλ εὗρον.
11 But I say unto you, that many shall come from [the] rising and setting [sun], and shall lie down at table with Abraham, and Isaac, and Jacob in the kingdom of the heavens;
λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
12 but the sons of the kingdom shall be cast out into the outer darkness: there shall be the weeping and the gnashing of teeth.
οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
13 And Jesus said to the centurion, Go, and as thou hast believed, be it to thee. And his servant was healed in that hour.
καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῃ· ὕπαγε, (καὶ *ko*) ὡς ἐπίστευσας γενηθήτω σοι. καὶ ἰάθη ὁ παῖς αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ.
14 And when Jesus had come to Peter's house, he saw his mother-in-law laid down and in a fever;
Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου εἶδεν τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν
15 and he touched her hand, and the fever left her, and she arose and served him.
καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός. καὶ ἠγέρθη καὶ διηκόνει (αὐτῷ. *N(K)O*)
16 And when the evening was come, they brought to him many possessed by demons, and he cast out the spirits with a word, and healed all that were ill;
Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς, καὶ ἐξέβαλεν τὰ πνεύματα λόγῳ, καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν,
17 so that that should be fulfilled which was spoken through Esaias the prophet, saying, Himself took our infirmities and bore our diseases.
ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος· αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβεν καὶ τὰς νόσους ἐβάστασεν.
18 And Jesus, seeing great crowds around him, commanded to depart to the other side.
Ἰδὼν δὲ ὁ Ἰησοῦς (πολλοὺς *KO*) (ὄχλον *N(k)O*) περὶ αὐτὸν ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν.
19 And a scribe came up and said to him, Teacher, I will follow thee whithersoever thou mayest go.
καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ· διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ.
20 And Jesus says to him, The foxes have holes, and the birds of the heaven roosting-places; but the Son of man has not where he may lay his head.
καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.
21 But another of his disciples said to him, Lord, suffer me first to go away and bury my father.
Ἕτερος δὲ τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ· κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου.
22 But Jesus said to him, Follow me, and leave the dead to bury their own dead.
Ὁ δὲ Ἰησοῦς (λέγει *N(k)O*) αὐτῷ· ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς.
23 And he went on board ship and his disciples followed him;
Καὶ ἐμβάντι αὐτῷ εἰς τὸ πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.
24 and behold, [the water] became very agitated on the sea, so that the ship was covered by the waves; but he slept.
καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων· αὐτὸς δὲ ἐκάθευδεν.
25 And the disciples came and awoke him, saying, Lord save: we perish.
καὶ προσελθόντες (οἱ μαθηταὶ αὐτου *k*) ἤγειραν αὐτὸν λέγοντες· κύριε, σῶσον (ἡμᾶς, *k*) ἀπολλύμεθα.
26 And he says to them, Why are ye fearful, O ye of little faith? Then, having arisen, he rebuked the winds and the sea, and there was a great calm.
καὶ λέγει αὐτοῖς· τί δειλοί ἐστε, ὀλιγόπιστοι; τότε ἐγερθεὶς ἐπετίμησεν τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη.
27 But the men were astonished, saying, What sort [of man] is this, that even the winds and the sea obey him?
Οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες· ποταπός ἐστιν οὗτος ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα αὐτῷ ὑπακούουσιν;
28 And there met him, when he came to the other side, to the country of the Gergesenes, two possessed by demons, coming out of the tombs, exceeding dangerous, so that no one was able to pass by that way.
Καὶ (ἐλθόντος αὐτοῦ *N(k)O*) εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν (Γαδαρηνῶν *N(K)O*) ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης.
29 And behold, they cried out, saying, What have we to do with thee, Son of God? hast thou come here before the time to torment us?
καὶ ἰδοὺ ἔκραξαν λέγοντες· τί ἡμῖν καὶ σοί (Ἰησοῦ, *k*) υἱὲ τοῦ θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς;
30 Now there was, a great way off from them, a herd of many swine feeding;
ἦν δὲ μακρὰν ἀπ᾽ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη.
31 and the demons besought him, saying, If thou cast us out, send us away into the herd of swine.
οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες· εἰ ἐκβάλλεις ἡμᾶς, (ἐπίτρεψον *K*) (ἀπόστειλον *N(K)O*) (ἡμᾶς *N(k)O*) εἰς τὴν ἀγέλην τῶν χοίρων.
32 And he said to them, Go. And they, going out, departed into the herd of swine; and lo, the whole herd [of swine] rushed down the steep slope into the sea, and died in the waters.
καὶ εἶπεν αὐτοῖς· ὑπάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς (τὴν ἀγέλην *k*) (τοὺς χοίρους, *N(k)O*) καὶ ἰδοὺ ὥρμησεν πᾶσα ἡ ἀγέλη (τῶν χοίρων *k*) κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν.
33 But they that fed them fled, and went away into the city and related everything, and what had happened as to those possessed by demons.
οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων.
34 And behold, the whole city went out to meet Jesus; and when they saw him, they begged [him] to go away out of their coasts.
καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς (ὑπάντησιν *N(k)O*) τῷ Ἰησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.

< Matthew 8 >