< Leviticus 7 >
1 And this is the law of the trespass-offering — it is most holy:
καὶ οὗτος ὁ νόμος τοῦ κριοῦ τοῦ περὶ τῆς πλημμελείας ἅγια ἁγίων ἐστίν
2 in the place where they slaughter the burnt-offering shall they slaughter the trespass-offering; and the blood thereof shall he sprinkle on the altar round about.
ἐν τόπῳ οὗ σφάζουσιν τὸ ὁλοκαύτωμα σφάξουσιν τὸν κριὸν τῆς πλημμελείας ἔναντι κυρίου καὶ τὸ αἷμα προσχεεῖ ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου κύκλῳ
3 And he shall present of it all the fat thereof; the fat tail and the fat that covereth the inwards,
καὶ πᾶν τὸ στέαρ αὐτοῦ προσοίσει ἀπ’ αὐτοῦ καὶ τὴν ὀσφὺν καὶ πᾶν τὸ στέαρ τὸ κατακαλύπτον τὰ ἐνδόσθια καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῶν ἐνδοσθίων
4 and the two kidneys, and the fat that is on them, which is by the flanks, and the net above the liver, which he shall take away as far as the kidneys.
καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ’ αὐτῶν τὸ ἐπὶ τῶν μηρίων καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος σὺν τοῖς νεφροῖς περιελεῖ αὐτά
5 And the priest shall burn them on the altar, an offering by fire to Jehovah: it is a trespass-offering.
καὶ ἀνοίσει αὐτὰ ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον κάρπωμα τῷ κυρίῳ περὶ πλημμελείας ἐστίν
6 Every male among the priests shall eat thereof; in a holy place shall it be eaten: it is most holy.
πᾶς ἄρσην ἐκ τῶν ἱερέων ἔδεται αὐτά ἐν τόπῳ ἁγίῳ ἔδονται αὐτά ἅγια ἁγίων ἐστίν
7 As the sin-offering, so is the trespass-offering; [there shall] be one law for them: it shall be the priest's who maketh atonement therewith.
ὥσπερ τὸ περὶ τῆς ἁμαρτίας οὕτω καὶ τὸ τῆς πλημμελείας νόμος εἷς αὐτῶν ὁ ἱερεύς ὅστις ἐξιλάσεται ἐν αὐτῷ αὐτῷ ἔσται
8 And [as to] the priest that presenteth any man's burnt-offering, the skin of the burnt-offering which he hath presented shall be the priest's for himself.
καὶ ὁ ἱερεὺς ὁ προσάγων ὁλοκαύτωμα ἀνθρώπου τὸ δέρμα τῆς ὁλοκαυτώσεως ἧς αὐτὸς προσφέρει αὐτῷ ἔσται
9 And every oblation that is baken in the oven, and all that is prepared in the cauldron and in the pan, shall be the priest's who offereth it; to him it shall belong.
καὶ πᾶσα θυσία ἥτις ποιηθήσεται ἐν τῷ κλιβάνῳ καὶ πᾶσα ἥτις ποιηθήσεται ἐπ’ ἐσχάρας ἢ ἐπὶ τηγάνου τοῦ ἱερέως τοῦ προσφέροντος αὐτήν αὐτῷ ἔσται
10 And every oblation, mingled with oil, and dry, shall all the sons of Aaron have, one as the other.
καὶ πᾶσα θυσία ἀναπεποιημένη ἐν ἐλαίῳ καὶ μὴ ἀναπεποιημένη πᾶσι τοῖς υἱοῖς Ααρων ἔσται ἑκάστῳ τὸ ἴσον
11 And this is the law of the sacrifice of peace-offering, which [a man] shall present to Jehovah.
οὗτος ὁ νόμος θυσίας σωτηρίου ἣν προσοίσουσιν κυρίῳ
12 If he present it for a thanksgiving, then he shall present with the sacrifice of thanksgiving unleavened cakes mingled with oil, and unleavened wafers anointed with oil, and fine flour saturated with oil, cakes mingled with oil.
ἐὰν μὲν περὶ αἰνέσεως προσφέρῃ αὐτήν καὶ προσοίσει ἐπὶ τῆς θυσίας τῆς αἰνέσεως ἄρτους ἐκ σεμιδάλεως ἀναπεποιημένους ἐν ἐλαίῳ λάγανα ἄζυμα διακεχρισμένα ἐν ἐλαίῳ καὶ σεμίδαλιν πεφυραμένην ἐν ἐλαίῳ
13 Besides the cakes, he shall present his offering of leavened bread with the sacrifice of his peace-offering of thanksgiving.
ἐπ’ ἄρτοις ζυμίταις προσοίσει τὰ δῶρα αὐτοῦ ἐπὶ θυσίᾳ αἰνέσεως σωτηρίου
14 And of it he shall present one out of the whole offering as a heave-offering to Jehovah; to the priest that sprinkleth the blood of the peace-offering, to him it shall belong.
καὶ προσάξει ἓν ἀπὸ πάντων τῶν δώρων αὐτοῦ ἀφαίρεμα κυρίῳ τῷ ἱερεῖ τῷ προσχέοντι τὸ αἷμα τοῦ σωτηρίου αὐτῷ ἔσται
15 And the flesh of the sacrifice of his peace-offering of thanksgiving shall be eaten the same day that it is presented; he shall not let any of it remain until the morning.
καὶ τὰ κρέα θυσίας αἰνέσεως σωτηρίου αὐτῷ ἔσται καὶ ἐν ᾗ ἡμέρᾳ δωρεῖται βρωθήσεται οὐ καταλείψουσιν ἀπ’ αὐτοῦ εἰς τὸ πρωί
16 And if the sacrifice of his offering be a vow, or voluntary, it shall be eaten the same day that he presented his sacrifice; on the morrow also the remainder of it shall be eaten;
κἂν εὐχή ἢ ἑκούσιον θυσιάζῃ τὸ δῶρον αὐτοῦ ᾗ ἂν ἡμέρᾳ προσαγάγῃ τὴν θυσίαν αὐτοῦ βρωθήσεται καὶ τῇ αὔριον
17 and the remainder of the flesh of the sacrifice on the third day shall be burned with fire.
καὶ τὸ καταλειφθὲν ἀπὸ τῶν κρεῶν τῆς θυσίας ἕως ἡμέρας τρίτης ἐν πυρὶ κατακαυθήσεται
18 And if [any] of the flesh of the sacrifice of his peace-offering be eaten at all on the third day, it shall not be accepted, it shall not be reckoned to him that hath presented it; it shall be an unclean thing, and the soul that eateth of it shall bear his iniquity.
ἐὰν δὲ φαγὼν φάγῃ ἀπὸ τῶν κρεῶν τῇ ἡμέρᾳ τῇ τρίτῃ οὐ δεχθήσεται αὐτῷ τῷ προσφέροντι αὐτό οὐ λογισθήσεται αὐτῷ μίασμά ἐστιν ἡ δὲ ψυχή ἥτις ἐὰν φάγῃ ἀπ’ αὐτοῦ τὴν ἁμαρτίαν λήμψεται
19 And the flesh that toucheth anything unclean shall not be eaten; it shall be burned with fire. And as to the flesh, all that are clean may eat [the] flesh.
καὶ κρέα ὅσα ἂν ἅψηται παντὸς ἀκαθάρτου οὐ βρωθήσεται ἐν πυρὶ κατακαυθήσεται πᾶς καθαρὸς φάγεται κρέα
20 But the soul that eateth the flesh of the sacrifice of peace-offering which is for Jehovah, having his uncleanness upon him, that soul shall be cut off from his peoples.
ἡ δὲ ψυχή ἥτις ἐὰν φάγῃ ἀπὸ τῶν κρεῶν τῆς θυσίας τοῦ σωτηρίου ὅ ἐστιν κυρίου καὶ ἡ ἀκαθαρσία αὐτοῦ ἐπ’ αὐτοῦ ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς
21 And if any one touch anything unclean, the uncleanness of man, or unclean beast, or any unclean abomination, and eat of the flesh of the sacrifice of peace-offering, which is for Jehovah, that soul shall be cut off from his peoples.
καὶ ψυχή ἣ ἂν ἅψηται παντὸς πράγματος ἀκαθάρτου ἢ ἀπὸ ἀκαθαρσίας ἀνθρώπου ἢ τῶν τετραπόδων τῶν ἀκαθάρτων ἢ παντὸς βδελύγματος ἀκαθάρτου καὶ φάγῃ ἀπὸ τῶν κρεῶν τῆς θυσίας τοῦ σωτηρίου ὅ ἐστιν κυρίου ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς
22 And Jehovah spoke to Moses, saying,
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
23 Speak unto the children of Israel, saying, No fat, of ox, or of sheep, or of goat shall ye eat.
λάλησον τοῖς υἱοῖς Ισραηλ λέγων πᾶν στέαρ βοῶν καὶ προβάτων καὶ αἰγῶν οὐκ ἔδεσθε
24 But the fat of a dead carcase, and the fat of that which is torn, may be used in any other use; but ye shall in no wise eat it.
καὶ στέαρ θνησιμαίων καὶ θηριάλωτον ποιηθήσεται εἰς πᾶν ἔργον καὶ εἰς βρῶσιν οὐ βρωθήσεται
25 For whoever eateth the fat of the beast of which men present an offering by fire to Jehovah, the soul that hath eaten shall be cut off from his peoples.
πᾶς ὁ ἔσθων στέαρ ἀπὸ τῶν κτηνῶν ὧν προσάξει αὐτῶν κάρπωμα κυρίῳ ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἀπὸ τοῦ λαοῦ αὐτῆς
26 And no blood shall ye eat in any of your dwellings, whether it be of fowl or of cattle.
πᾶν αἷμα οὐκ ἔδεσθε ἐν πάσῃ τῇ κατοικίᾳ ὑμῶν ἀπό τε τῶν πετεινῶν καὶ ἀπὸ τῶν κτηνῶν
27 Whatever soul it be that eateth any manner of blood, that soul shall be cut off from his peoples.
πᾶσα ψυχή ἣ ἄν φάγῃ αἷμα ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἀπὸ τοῦ λαοῦ αὐτῆς
28 And Jehovah spoke to Moses, saying,
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
29 Speak unto the children of Israel, saying, He that presenteth the sacrifice of his peace-offering to Jehovah shall bring his offering to Jehovah of the sacrifice of his peace-offering.
καὶ τοῖς υἱοῖς Ισραηλ λαλήσεις λέγων ὁ προσφέρων θυσίαν σωτηρίου κυρίῳ οἴσει τὸ δῶρον αὐτοῦ κυρίῳ ἀπὸ τῆς θυσίας τοῦ σωτηρίου
30 His own hands shall bring Jehovah's offerings by fire, the fat with the breast shall he bring: the breast, that it may be waved as a wave-offering before Jehovah.
αἱ χεῖρες αὐτοῦ προσοίσουσιν τὰ καρπώματα κυρίῳ τὸ στέαρ τὸ ἐπὶ τοῦ στηθυνίου καὶ τὸν λοβὸν τοῦ ἥπατος προσοίσει αὐτὰ ὥστε ἐπιθεῖναι δόμα ἔναντι κυρίου
31 And the priest shall burn the fat on the altar; and the breast shall be Aaron's and his sons'.
καὶ ἀνοίσει ὁ ἱερεὺς τὸ στέαρ ἐπὶ τοῦ θυσιαστηρίου καὶ ἔσται τὸ στηθύνιον Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ
32 And the right shoulder of the sacrifices of your peace-offerings shall ye give as a heave-offering unto the priest.
καὶ τὸν βραχίονα τὸν δεξιὸν δώσετε ἀφαίρεμα τῷ ἱερεῖ ἀπὸ τῶν θυσιῶν τοῦ σωτηρίου ὑμῶν
33 He of the sons of Aaron that presenteth the blood of the peace-offerings, and the fat, shall have the right shoulder for [his] part.
ὁ προσφέρων τὸ αἷμα τοῦ σωτηρίου καὶ τὸ στέαρ ἀπὸ τῶν υἱῶν Ααρων αὐτῷ ἔσται ὁ βραχίων ὁ δεξιὸς ἐν μερίδι
34 For the breast of the wave-offering, and the shoulder of the heave-offering, have I taken of the children of Israel from the sacrifices of their peace-offerings, and have given them unto Aaron the priest and unto his sons from the children of Israel by an everlasting statute.
τὸ γὰρ στηθύνιον τοῦ ἐπιθέματος καὶ τὸν βραχίονα τοῦ ἀφαιρέματος εἴληφα παρὰ τῶν υἱῶν Ισραηλ ἀπὸ τῶν θυσιῶν τοῦ σωτηρίου ὑμῶν καὶ ἔδωκα αὐτὰ Ααρων τῷ ἱερεῖ καὶ τοῖς υἱοῖς αὐτοῦ νόμιμον αἰώνιον παρὰ τῶν υἱῶν Ισραηλ
35 This is [the portion] of the anointing of Aaron and of the anointing of his sons, from Jehovah's offerings by fire, in the day [when] he presented them to serve Jehovah as priests,
αὕτη ἡ χρῖσις Ααρων καὶ ἡ χρῖσις τῶν υἱῶν αὐτοῦ ἀπὸ τῶν καρπωμάτων κυρίου ἐν ᾗ ἡμέρᾳ προσηγάγετο αὐτοὺς τοῦ ἱερατεύειν τῷ κυρίῳ
36 which Jehovah commanded to be given them by the children of Israel in the day that he anointed them: [it is] an everlasting statute, throughout their generations.
καθὰ ἐνετείλατο κύριος δοῦναι αὐτοῖς ᾗ ἡμέρᾳ ἔχρισεν αὐτούς παρὰ τῶν υἱῶν Ισραηλ νόμιμον αἰώνιον εἰς τὰς γενεὰς αὐτῶν
37 This is the law of the burnt-offering, of the oblation, and of the sin-offering, and of the trespass-offering, and of the consecration-offering, and of the sacrifice of peace-offering,
οὗτος ὁ νόμος τῶν ὁλοκαυτωμάτων καὶ θυσίας καὶ περὶ ἁμαρτίας καὶ τῆς πλημμελείας καὶ τῆς τελειώσεως καὶ τῆς θυσίας τοῦ σωτηρίου
38 which Jehovah commanded Moses in mount Sinai, in the day that he commanded the children of Israel to present their offerings to Jehovah, in the wilderness of Sinai.
ὃν τρόπον ἐνετείλατο κύριος τῷ Μωυσῇ ἐν τῷ ὄρει Σινα ᾗ ἡμέρᾳ ἐνετείλατο τοῖς υἱοῖς Ισραηλ προσφέρειν τὰ δῶρα αὐτῶν ἔναντι κυρίου ἐν τῇ ἐρήμῳ Σινα