< John 17 >
1 These things Jesus spoke, and lifted up his eyes to heaven and said, Father, the hour is come; glorify thy Son, that thy Son may glorify thee;
Ταῦτα ἐλάλησεν (ὁ *k*) Ἰησοῦς, καὶ (ἐπάρας *N(k)O*) τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν (καὶ *k*) εἶπεν· πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, ἵνα (καὶ *k*) ὁ υἱὸς (σου *k*) δοξάσῃ σέ.
2 as thou hast given him authority over all flesh, that [as to] all that thou hast given to him, he should give them life eternal. (aiōnios )
καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ, (δώσῃ *NK(o)*) αὐτοῖς ζωὴν αἰώνιον. (aiōnios )
3 And this is the eternal life, that they should know thee, the only true God, and Jesus Christ whom thou hast sent. (aiōnios )
αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ ἵνα γινώσκωσιν σὲ τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. (aiōnios )
4 I have glorified thee on the earth, I have completed the work which thou gavest me that I should do it;
ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς τὸ ἔργον (τελειώσας *N(k)O*) ὃ δέδωκάς μοι ἵνα ποιήσω.
5 and now glorify me, thou Father, along with thyself, with the glory which I had along with thee before the world was.
καὶ νῦν δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.
6 I have manifested thy name to the men whom thou gavest me out of the world. They were thine, and thou gavest them me, and they have kept thy word.
Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς (ἔδωκάς *N(k)O*) μοι ἐκ τοῦ κόσμου· σοὶ ἦσαν κἀμοὶ κἀμοὶ αὐτοὺς (ἔδωκας *N(k)O*) καὶ τὸν λόγον σου τετήρηκαν.
7 Now they have known that all things that thou hast given me are of thee;
νῦν ἔγνωκαν ὅτι πάντα ὅσα (δέδωκάς *NK(o)*) μοι παρὰ σοῦ (εἰσιν· *N(k)O*)
8 for the words which thou hast given me I have given them, and they have received [them], and have known truly that I came out from thee, and have believed that thou sentest me.
ὅτι τὰ ῥήματα ἃ (ἔδωκάς *N(k)O*) μοι δέδωκα αὐτοῖς· καὶ αὐτοὶ ἔλαβον καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας.
9 I demand concerning them; I do not demand concerning the world, but concerning those whom thou hast given me, for they are thine,
Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσμου ἐρωτῶ ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσιν·
10 (and all that is mine is thine, and [all] that is thine mine, ) and I am glorified in them.
καὶ τὰ ἐμὰ πάντα σά ἐστιν καὶ τὰ σὰ ἐμά· καὶ δεδόξασμαι ἐν αὐτοῖς.
11 And I am no longer in the world, and these are in the world, and I come to thee. Holy Father, keep them in thy name which thou hast given me, that they may be one as we.
καὶ οὐκέτι οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ (αὐτοὶ *N(k)O*) ἐν τῷ κόσμῳ εἰσίν, κἀγὼ κἀγὼ πρὸς σὲ ἔρχομαι. Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου (ᾧ *N(K)O*) δέδωκάς μοι ἵνα ὦσιν ἓν καθὼς (καὶ *o*) ἡμεῖς.
12 When I was with them I kept them in thy name; those thou hast given me I have guarded, and not one of them has perished, but the son of perdition, that the scripture might be fulfilled.
ὅτε ἤμην μετ᾽ αὐτῶν (ἐν τῷ κόσμῳ, *K*) ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου (ᾧ *N(K)O*) δέδωκάς μοι (καὶ *no*) ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ.
13 And now I come to thee. And these things I speak in the world, that they may have my joy fulfilled in them.
νῦν δὲ πρὸς σὲ ἔρχομαι καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ, ἵνα ἔχωσιν τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν (ἑαυτοῖς. *N(k)O*)
14 I have given them thy word, and the world has hated them, because they are not of the world, as I am not of the world.
ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου, καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου.
15 I do not demand that thou shouldest take them out of the world, but that thou shouldest keep them out of evil.
οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου ἀλλ᾽ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ.
16 They are not of the world, as I am not of the world.
ἐκ τοῦ κόσμου οὐκ εἰσὶν καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου.
17 Sanctify them by the truth: thy word is truth.
ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ (σου· *k*) ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστιν.
18 As thou hast sent me into the world, I also have sent them into the world;
καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον, κἀγὼ κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον.
19 and I sanctify myself for them, that they also may be sanctified by truth.
καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν, ἵνα ὦσιν καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ.
20 And I do not demand for these only, but also for those who believe on me through their word;
οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον ἀλλὰ καὶ περὶ τῶν (πιστευόντων *N(k)O*) διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ·
21 that they may be all one, as thou, Father, [art] in me, and I in thee, that they also may be one in us, that the world may believe that thou hast sent me.
ἵνα πάντες ἓν ὦσιν καθὼς σύ, (πάτερ, *NK(o)*) ἐν ἐμοὶ κἀγὼ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν (ἓν *KO*) ὦσιν· ἵνα ὁ κόσμος (πιστεύῃ *N(k)O*) ὅτι σύ με ἀπέστειλας.
22 And the glory which thou hast given me I have given them, that they may be one, as we are one;
κἀγὼ κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν (ἐσμεν· *k*)
23 I in them and thou in me, that they may be perfected into one [and] that the world may know that thou hast sent me, and [that] thou hast loved them as thou hast loved me.
ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσιν τετελειωμένοι εἰς ἕν, (καὶ *k*) ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας καὶ ἠγάπησας αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας.
24 Father, [as to] those whom thou hast given me, I desire that where I am they also may be with me, that they may behold my glory which thou hast given me, for thou lovedst me before [the] foundation of [the] world.
(Πάτερ, *NK(o)*) (ὃ *N(k)O*) δέδωκάς μοι θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκεῖνοι κἀκεῖνοι ὦσιν μετ᾽ ἐμοῦ, ἵνα θεωρῶσιν τὴν δόξαν τὴν ἐμὴν ἣν (δέδωκάς *N(k)O*) μοι, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου.
25 Righteous Father, — and the world has not known thee, but I have known thee, and these have known that thou hast sent me.
(πάτερ *NK(o)*) δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω, ἐγὼ δέ σε ἔγνων, καὶ οὗτοι ἔγνωσαν ὅτι σύ με ἀπέστειλας·
26 And I have made known to them thy name, and will make [it] known; that the love with which thou hast loved me may be in them and I in them.
καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου καὶ γνωρίσω, ἵνα ἡ ἀγάπη ἣν ἠγάπησάς με ἐν αὐτοῖς ᾖ κἀγὼ κἀγὼ ἐν αὐτοῖς.