< Hebrews 3 >
1 Wherefore, holy brethren, partakers of [the] heavenly calling, consider the Apostle and High Priest of our confession, Jesus,
Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν,
2 who is faithful to him that has constituted him, as Moses also in all his house.
πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν, ὡς καὶ Μωυσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ.
3 For he has been counted worthy of greater glory than Moses, by how much he that has built it has more honour than the house.
πλείονος γὰρ οὗτος δόξης παρὰ Μωυσῆν ἠξίωται, καθ᾽ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν·
4 For every house is built by some one; but he who has built all things [is] God.
πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ δὲ πάντα κατασκευάσας, θεός.
5 And Moses indeed [was] faithful in all his house, as a ministering servant, for a testimony of the things to be spoken after;
καὶ Μωυσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, ὡς θεράπων, εἰς μαρτύριον τῶν λαληθησομένων,
6 but Christ, as Son over his house, whose house are we, if indeed we hold fast the boldness and the boast of hope firm to the end.
χριστὸς δέ, ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς, ἐὰν τὴν παῤῥησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος μέχρι τέλους βεβαίαν κατάσχωμεν.
7 Wherefore, even as says the Holy Spirit, To-day if ye will hear his voice,
Διό, καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,
8 harden not your hearts, as in the provocation, in the day of temptation in the wilderness;
μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ,
9 where your fathers tempted [me], by proving [me], and saw my works forty years.
οὗ ἐπείρασαν οἱ πατέρες ὑμῶν, ἐν δοκιμασίᾳ, καὶ εἶδον τὰ ἔργα μου
10 Wherefore I was wroth with this generation, and said, They always err in heart; and they have not known my ways;
τεσσεράκοντα ἔτη· διὸ προσώχθισα τῇ γενεᾷ ταύτῃ, καὶ εἶπον, Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου·
11 so I swore in my wrath, If they shall enter into my rest.
ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου·
12 See, brethren, lest there be in any one of you a wicked heart of unbelief, in turning away from [the] living God.
βλέπετε, ἀδελφοί, μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας, ἐν τῷ ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος·
13 But encourage yourselves each day, as long as it is called To-day, that none of you be hardened by the deceitfulness of sin.
ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ᾽ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ τις ἐξ ὑμῶν ἀπάτῃ τῆς ἁμαρτίας·
14 For we are become companions of the Christ if indeed we hold the beginning of the assurance firm to the end;
μέτοχοι γὰρ τοῦ χριστοῦ γεγόναμεν, ἐάν περ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν·
15 in that it is said, To-day if ye will hear his voice, do not harden your hearts, as in the provocation;
ἐν τῷ λέγεσθαι, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ.
16 (for who was it, who, having heard, provoked? but [was it] not all who came out of Egypt by Moses?
τίνες γὰρ ἀκούσαντες παρεπίκραναν; ἀλλ᾽ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωυσέως;
17 And with whom was he wroth forty years? [Was it] not with those who had sinned, whose carcases fell in the wilderness?
τίσιν δὲ προσώχθισεν τεσσεράκοντα ἔτη; οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ;
18 And to whom sware he that they should not enter into his rest, but to those who had not hearkened to the word?
τίσιν δὲ ὤμοσεν μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς ἀπει θήσασιν;
19 And we see that they could not enter in on account of unbelief; )
καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν δι᾽ ἀπιστίαν.