< Deuteronomy 19 >
1 When Jehovah thy God hath cut off the nations whose land Jehovah thy God giveth thee, and thou hast dispossessed them, and dwellest in their cities and in their houses,
ἐὰν δὲ ἀφανίσῃ κύριος ὁ θεός σου τὰ ἔθνη ἃ ὁ θεός σου δίδωσίν σοι τὴν γῆν αὐτῶν καὶ κατακληρονομήσητε αὐτοὺς καὶ κατοικήσητε ἐν ταῖς πόλεσιν αὐτῶν καὶ ἐν τοῖς οἴκοις αὐτῶν
2 thou shalt separate three cities for thyself in the midst of thy land, which Jehovah thy God giveth thee to possess.
τρεῖς πόλεις διαστελεῖς σεαυτῷ ἐν μέσῳ τῆς γῆς σου ἧς κύριος ὁ θεός σου δίδωσίν σοι
3 Thou shalt prepare thee the way, and divide the territory of thy land, which Jehovah thy God giveth thee to inherit, into three parts, so that every slayer may flee thither.
στόχασαί σοι τὴν ὁδὸν καὶ τριμεριεῖς τὰ ὅρια τῆς γῆς σου ἣν καταμερίζει σοι κύριος ὁ θεός σου καὶ ἔσται καταφυγὴ ἐκεῖ παντὶ φονευτῇ
4 And this is the case of the slayer who shall flee thither that he may live: he that smiteth his neighbour unwittingly, whom he hated not previously;
τοῦτο δὲ ἔσται τὸ πρόσταγμα τοῦ φονευτοῦ ὃς ἂν φύγῃ ἐκεῖ καὶ ζήσεται ὃς ἂν πατάξῃ τὸν πλησίον αὐτοῦ ἀκουσίως καὶ οὗτος οὐ μισῶν αὐτὸν πρὸ τῆς ἐχθὲς καὶ πρὸ τῆς τρίτης
5 as when he goeth into the wood with his neighbour to hew wood, and his hand fetcheth a stroke with the axe to cut down the tree, and the iron slippeth from the handle, and lighteth upon his neighbour, that he die; such an one shall flee unto one of these cities, and live;
καὶ ὃς ἂν εἰσέλθῃ μετὰ τοῦ πλησίον εἰς τὸν δρυμὸν συναγαγεῖν ξύλα καὶ ἐκκρουσθῇ ἡ χεὶρ αὐτοῦ τῇ ἀξίνῃ κόπτοντος τὸ ξύλον καὶ ἐκπεσὸν τὸ σιδήριον ἀπὸ τοῦ ξύλου τύχῃ τοῦ πλησίον καὶ ἀποθάνῃ οὗτος καταφεύξεται εἰς μίαν τῶν πόλεων τούτων καὶ ζήσεται
6 lest the avenger of blood pursue the manslayer, while his heart is hot, and overtake him, because the way is long, and smite him mortally; whereas he was not worthy of death, since he hated him not previously.
ἵνα μὴ διώξας ὁ ἀγχιστεύων τοῦ αἵματος ὀπίσω τοῦ φονεύσαντος ὅτι παρατεθέρμανται τῇ καρδίᾳ καὶ καταλάβῃ αὐτόν ἐὰν μακροτέρα ᾖ ἡ ὁδός καὶ πατάξῃ αὐτοῦ τὴν ψυχήν καὶ ἀποθάνῃ καὶ τούτῳ οὐκ ἔστιν κρίσις θανάτου ὅτι οὐ μισῶν ἦν αὐτὸν πρὸ τῆς ἐχθὲς καὶ πρὸ τῆς τρίτης
7 Therefore I command thee, saying, Thou shalt separate three cities for thyself.
διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι τὸ ῥῆμα τοῦτο λέγων τρεῖς πόλεις διαστελεῖς σεαυτῷ
8 And if Jehovah thy God enlarge thy border, as he hath sworn unto thy fathers, and give thee all the land which he promised to give unto thy fathers
ἐὰν δὲ ἐμπλατύνῃ κύριος ὁ θεός σου τὰ ὅριά σου ὃν τρόπον ὤμοσεν τοῖς πατράσιν σου καὶ δῷ σοι κύριος πᾶσαν τὴν γῆν ἣν εἶπεν δοῦναι τοῖς πατράσιν σου
9 (if thou keep all this commandment to do it, which I command thee this day, to love Jehovah thy God, and to walk in his ways continually), then shalt thou add three cities more for thyself to these three,
ἐὰν ἀκούσῃς ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον ἀγαπᾶν κύριον τὸν θεόν σου πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ πάσας τὰς ἡμέρας καὶ προσθήσεις σεαυτῷ ἔτι τρεῖς πόλεις πρὸς τὰς τρεῖς ταύτας
10 that innocent blood be not shed in the midst of thy land which Jehovah thy God giveth thee for an inheritance, and blood come not upon thee.
καὶ οὐκ ἐκχυθήσεται αἷμα ἀναίτιον ἐν τῇ γῇ σου ᾗ κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρῳ καὶ οὐκ ἔσται ἐν σοὶ αἵματι ἔνοχος
11 But if a man hate his neighbour, and lie in wait for him, and rise up against him, and smite him mortally that he die, and he flee into one of these cities,
ἐὰν δὲ γένηται ἄνθρωπος μισῶν τὸν πλησίον καὶ ἐνεδρεύσῃ αὐτὸν καὶ ἐπαναστῇ ἐπ’ αὐτὸν καὶ πατάξῃ αὐτοῦ ψυχήν καὶ ἀπεθάνῃ καὶ φύγῃ εἰς μίαν τῶν πόλεων τούτων
12 then the elders of his city shall send and fetch him thence, and deliver him into the hand of the avenger of blood, that he may die.
καὶ ἀποστελοῦσιν ἡ γερουσία τῆς πόλεως αὐτοῦ καὶ λήμψονται αὐτὸν ἐκεῖθεν καὶ παραδώσουσιν αὐτὸν εἰς χεῖρας τῷ ἀγχιστεύοντι τοῦ αἵματος καὶ ἀποθανεῖται
13 Thine eye shall not spare him; and thou shalt put away innocent blood from Israel, that it may be well with thee.
οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ’ αὐτῷ καὶ καθαριεῖς τὸ αἷμα τὸ ἀναίτιον ἐξ Ισραηλ καὶ εὖ σοι ἔσται
14 Thou shalt not remove thy neighbour's landmark, which they of old time have fixed in thine inheritance, which thou shalt inherit in the land which Jehovah thy God giveth thee to possess.
οὐ μετακινήσεις ὅρια τοῦ πλησίον σου ἃ ἔστησαν οἱ πατέρες σου ἐν τῇ κληρονομίᾳ σου ᾗ κατεκληρονομήθης ἐν τῇ γῇ ᾗ κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρῳ
15 One witness shall not rise up against a man for any iniquity, and for any sin, in any sin that he sinneth: at the mouth of two witnesses, or at the mouth of three witnesses, shall a matter be established.
οὐκ ἐμμενεῖ μάρτυς εἷς μαρτυρῆσαι κατὰ ἀνθρώπου κατὰ πᾶσαν ἀδικίαν καὶ κατὰ πᾶν ἁμάρτημα καὶ κατὰ πᾶσαν ἁμαρτίαν ἣν ἂν ἁμάρτῃ ἐπὶ στόματος δύο μαρτύρων καὶ ἐπὶ στόματος τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα
16 If an unrighteous witness rise up against any man to testify against him of an offence;
ἐὰν δὲ καταστῇ μάρτυς ἄδικος κατὰ ἀνθρώπου καταλέγων αὐτοῦ ἀσέβειαν
17 then both the men between whom the controversy is shall stand before Jehovah, before the priests and the judges that shall be in those days;
καὶ στήσονται οἱ δύο ἄνθρωποι οἷς ἐστιν αὐτοῖς ἡ ἀντιλογία ἔναντι κυρίου καὶ ἔναντι τῶν ἱερέων καὶ ἔναντι τῶν κριτῶν οἳ ἐὰν ὦσιν ἐν ταῖς ἡμέραις ἐκείναις
18 and the judges shall make thorough inquiry; and if the witness be a false witness, and he have testified falsely against his brother,
καὶ ἐξετάσωσιν οἱ κριταὶ ἀκριβῶς καὶ ἰδοὺ μάρτυς ἄδικος ἐμαρτύρησεν ἄδικα ἀντέστη κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ
19 then shall ye do unto him as he had thought to have done unto his brother; and thou shalt put evil away from thy midst.
καὶ ποιήσετε αὐτῷ ὃν τρόπον ἐπονηρεύσατο ποιῆσαι κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν
20 And those that remain shall hear, and fear, and shall henceforth commit no more any such evil in thy midst.
καὶ οἱ ἐπίλοιποι ἀκούσαντες φοβηθήσονται καὶ οὐ προσθήσουσιν ἔτι ποιῆσαι κατὰ τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο ἐν ὑμῖν
21 And thine eye shall not spare: life for life, eye for eye, tooth for tooth, hand for hand, foot for foot.
οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ’ αὐτῷ ψυχὴν ἀντὶ ψυχῆς ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ ὀδόντα ἀντὶ ὀδόντος χεῖρα ἀντὶ χειρός πόδα ἀντὶ ποδός