< 1 Thessalonians 5 >

1 But concerning the times and the seasons, brethren, ye have no need that ye should be written to,
Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι.
2 for ye know perfectly well yourselves, that the day of [the] Lord so comes as a thief by night.
Αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται·
3 When they may say, Peace and safety, then sudden destruction comes upon them, as travail upon her that is with child; and they shall in no wise escape.
ὅταν γὰρ λέγωσιν, Εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν.
4 But ye, brethren, are not in darkness, that the day should overtake you as a thief:
Ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ·
5 for all ye are sons of light and sons of day; we are not of night nor of darkness.
πάντες ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας· οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους·
6 So then do not let us sleep as the rest do, but let us watch and be sober;
ἄρα οὖν μὴ καθεύδωμεν ὡς καὶ οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν.
7 for they that sleep sleep by night, and they that drink drink by night;
Οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσι· καὶ οἱ μεθυσκόμενοι, νυκτὸς μεθύουσιν.
8 but we being of [the] day, let us be sober, putting on [the] breastplate of faith and love, and as helmet [the] hope of salvation;
Ἡμεῖς δέ, ἡμέρας ὄντες, νήφωμεν, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης, καὶ περικεφαλαίαν, ἐλπίδα σωτηρίας.
9 because God has not set us for wrath, but for obtaining salvation through our Lord Jesus Christ,
Ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ Θεὸς εἰς ὀργήν, ἀλλ᾽ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
10 who has died for us, that whether we may be watching or sleep, we may live together with him.
τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν, ἵνα, εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν, ἅμα σὺν αὐτῷ ζήσωμεν.
11 Wherefore encourage one another, and build up each one the other, even as also ye do.
Διὸ παρακαλεῖτε ἀλλήλους, καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.
12 But we beg you, brethren, to know those who labour among you, and take the lead among you in [the] Lord, and admonish you,
Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν, καὶ προϊσταμένους ὑμῶν ἐν Κυρίῳ, καὶ νουθετοῦντας ὑμᾶς,
13 and to regard them exceedingly in love on account of their work. Be in peace among yourselves.
καὶ ἡγεῖσθαι αὐτοὺς ὑπὲρ ἐκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. Εἰρηνεύετε ἐν ἑαυτοῖς.
14 But we exhort you, brethren, admonish the disorderly, comfort the faint-hearted, sustain the weak, be patient towards all.
Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας.
15 See that no one render to any evil for evil, but pursue always what is good towards one another and towards all;
Ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ· ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας.
16 rejoice always;
Πάντοτε χαίρετε·
17 pray unceasingly;
ἀδιαλείπτως προσεύχεσθε·
18 in everything give thanks, for this is [the] will of God in Christ Jesus towards you;
ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα Θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς.
19 quench not the Spirit;
Τὸ πνεῦμα μὴ σβέννυτε·
20 do not lightly esteem prophecies;
προφητείας μὴ ἐξουθενεῖτε·
21 but prove all things, hold fast the right;
πάντα δὲ δοκιμάζετε· τὸ καλὸν κατέχετε·
22 hold aloof from every form of wickedness.
ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.
23 Now the God of peace himself sanctify you wholly: and your whole spirit, and soul, and body be preserved blameless at the coming of our Lord Jesus Christ.
Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς· καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη.
24 He [is] faithful who calls you, who will also perform [it].
Πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.
25 Brethren, pray for us.
Ἀδελφοί, προσεύχεσθε περὶ ἡμῶν.
26 Greet all the brethren with a holy kiss.
Ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ.
27 I adjure you by the Lord that the letter be read to all the [holy] brethren.
Ὁρκίζω ὑμᾶς τὸν Κύριον, ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσι τοῖς ἁγίοις ἀδελφοῖς.
28 The grace of our Lord Jesus Christ [be] with you.
Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ᾽ ὑμῶν. Ἀμήν.

< 1 Thessalonians 5 >