< Kings II 4 >
1 And Jebosthe the son of Saul heard that Abenner the son of Ner had died in Chebron; and his hands were paralysed, and all the men of Israel grew faint.
καὶ ἤκουσεν Μεμφιβοσθε υἱὸς Σαουλ ὅτι τέθνηκεν Αβεννηρ ἐν Χεβρων καὶ ἐξελύθησαν αἱ χεῖρες αὐτοῦ καὶ πάντες οἱ ἄνδρες Ισραηλ παρείθησαν
2 And Jebosthe the son of Saul had two men that were captains of bands: the name of the one [was] Baana, and the name of the other Rechab, sons of Remmon the Berothite of the children of Benjamin; for Beroth was reckoned to the children of Benjamin.
καὶ δύο ἄνδρες ἡγούμενοι συστρεμμάτων τῷ Μεμφιβοσθε υἱῷ Σαουλ ὄνομα τῷ ἑνὶ Βαανα καὶ ὄνομα τῷ δευτέρῳ Ρηχαβ υἱοὶ Ρεμμων τοῦ Βηρωθαίου ἐκ τῶν υἱῶν Βενιαμιν ὅτι Βηρωθ ἐλογίζετο τοῖς υἱοῖς Βενιαμιν
3 And the Berothites ran away to Gethaim, and were sojourners there until this day.
καὶ ἀπέδρασαν οἱ Βηρωθαῖοι εἰς Γεθθαιμ καὶ ἦσαν ἐκεῖ παροικοῦντες ἕως τῆς ἡμέρας ταύτης
4 And Jonathan Saul's son [had] a son lame of his feet, five years old, and he was [in the way] when the news of Saul and Jonathan his son came from Jezrael, and his nurse took him up, and fled; and it came to pass as he hasted and retreated, that he fell, and was lamed. And his name [was] Memphibosthe.
καὶ τῷ Ιωναθαν υἱῷ Σαουλ υἱὸς πεπληγὼς τοὺς πόδας υἱὸς ἐτῶν πέντε οὗτος ἐν τῷ ἐλθεῖν τὴν ἀγγελίαν Σαουλ καὶ Ιωναθαν τοῦ υἱοῦ αὐτοῦ ἐξ Ιεζραελ καὶ ἦρεν αὐτὸν ἡ τιθηνὸς αὐτοῦ καὶ ἔφυγεν καὶ ἐγένετο ἐν τῷ σπεύδειν αὐτὴν καὶ ἀναχωρεῖν καὶ ἔπεσεν καὶ ἐχωλάνθη καὶ ὄνομα αὐτῷ Μεμφιβοσθε
5 And Rechab and Baana the sons of Remmon the Berothite went, and they came in the heat of the day into the house of Jebosthe; and he was sleeping on a bed at noon.
καὶ ἐπορεύθησαν υἱοὶ Ρεμμων τοῦ Βηρωθαίου Ρεκχα καὶ Βαανα καὶ εἰσῆλθον ἐν τῷ καύματι τῆς ἡμέρας εἰς οἶκον Μεμφιβοσθε καὶ αὐτὸς ἐκάθευδεν ἐν τῇ κοίτῃ τῆς μεσημβρίας
6 And, behold, the porter of the house winnowed wheat, and he slumbered and slept: and the brothers Rechab and Baana went privily into the house:
καὶ ἰδοὺ ἡ θυρωρὸς τοῦ οἴκου ἐκάθαιρεν πυροὺς καὶ ἐνύσταξεν καὶ ἐκάθευδεν καὶ Ρεκχα καὶ Βαανα οἱ ἀδελφοὶ διέλαθον
7 And Jebosthe was sleeping on his bed in his chamber: and they strike him, and kill him, and take off his head: and they took his head, and went all the night by the western road.
καὶ εἰσῆλθον εἰς τὸν οἶκον καὶ Μεμφιβοσθε ἐκάθευδεν ἐπὶ τῆς κλίνης αὐτοῦ ἐν τῷ κοιτῶνι αὐτοῦ καὶ τύπτουσιν αὐτὸν καὶ θανατοῦσιν καὶ ἀφαιροῦσιν τὴν κεφαλὴν αὐτοῦ καὶ ἔλαβον τὴν κεφαλὴν αὐτοῦ καὶ ἀπῆλθον ὁδὸν τὴν κατὰ δυσμὰς ὅλην τὴν νύκτα
8 And they brought the head of Jebosthe to David to Chebron, and they said to the king, Behold the head of Jebosthe the son of Saul your enemy, who sought your life; and the Lord has executed for my lord the king vengeance on his enemies, as [it is] this day: even on Saul your enemy, and on his seed.
καὶ ἤνεγκαν τὴν κεφαλὴν Μεμφιβοσθε τῷ Δαυιδ εἰς Χεβρων καὶ εἶπαν πρὸς τὸν βασιλέα ἰδοὺ ἡ κεφαλὴ Μεμφιβοσθε υἱοῦ Σαουλ τοῦ ἐχθροῦ σου ὃς ἐζήτει τὴν ψυχήν σου καὶ ἔδωκεν κύριος τῷ κυρίῳ βασιλεῖ ἐκδίκησιν τῶν ἐχθρῶν αὐτοῦ ὡς ἡ ἡμέρα αὕτη ἐκ Σαουλ τοῦ ἐχθροῦ σου καὶ ἐκ τοῦ σπέρματος αὐτοῦ
9 And David answered and Rechab and Baana his brother, the sons of Remmon the Berothite, and said to them, [As] the Lord lives, who has redeemed my soul out of all affliction;
καὶ ἀπεκρίθη Δαυιδ τῷ Ρεκχα καὶ τῷ Βαανα ἀδελφῷ αὐτοῦ υἱοῖς Ρεμμων τοῦ Βηρωθαίου καὶ εἶπεν αὐτοῖς ζῇ κύριος ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης θλίψεως
10 he that reported to me that Saul was dead, even he was as one bringing glad tidings before me: but I seized him and killed him in Sekelac, to whom I ought, [as he thought], to have given a reward for his tidings.
ὅτι ὁ ἀπαγγείλας μοι ὅτι τέθνηκεν Σαουλ καὶ αὐτὸς ἦν ὡς εὐαγγελιζόμενος ἐνώπιόν μου καὶ κατέσχον αὐτὸν καὶ ἀπέκτεινα ἐν Σεκελακ ᾧ ἔδει με δοῦναι εὐαγγέλια
11 And now evil men have slain a righteous men in his house on his bed: now then I will require his blood of your hand, and I will destroy you from off the earth.
καὶ νῦν ἄνδρες πονηροὶ ἀπεκτάγκασιν ἄνδρα δίκαιον ἐν τῷ οἴκῳ αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ καὶ νῦν ἐκζητήσω τὸ αἷμα αὐτοῦ ἐκ χειρὸς ὑμῶν καὶ ἐξολεθρεύσω ὑμᾶς ἐκ τῆς γῆς
12 And David commanded his young men, and they kill them, and cut off their hands and their feet; and they hung them up at the fountain in Chebron: and they buried the head of Jebosthe in the tomb of Abenezer the son of Ner.
καὶ ἐνετείλατο Δαυιδ τοῖς παιδαρίοις αὐτοῦ καὶ ἀποκτέννουσιν αὐτοὺς καὶ κολοβοῦσιν τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας αὐτῶν καὶ ἐκρέμασαν αὐτοὺς ἐπὶ τῆς κρήνης ἐν Χεβρων καὶ τὴν κεφαλὴν Μεμφιβοσθε ἔθαψαν ἐν τῷ τάφῳ Αβεννηρ υἱοῦ Νηρ