< Revelation 7 >

1 After this I saw four angels in their places at the four points of the earth, keeping back the four winds in their hands, so that there might be no moving of the wind on the earth, or on the sea, or on any tree.
Καὶ μετὰ τοῦτο εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς μήτε ἐπὶ τῆς θαλάσσης μήτε ἐπί τι δένδρον.
2 And I saw another angel coming up from the east, having the mark of the living God: and he said with a great voice to the four angels, to whom it was given to do damage to the earth and the sea,
Καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα Θεοῦ ζῶντος· καὶ ἔκραξε φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις, οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν,
3 Do no damage to the earth, or the sea, or the trees, till we have put a mark on the servants of our God.
λέγων, Μὴ ἀδικήσητε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα, ἄχρις οὗ σφραγίσωμεν τοὺς δούλους τοῦ Θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν.
4 And there came to my ears the number of those who had the mark on their brows, a hundred and forty-four thousand, who were marked out of every tribe of the people of Israel.
Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ἑκατὸν καὶ τεσσαράκοντα τέσσαρες χιλιάδες, ἐσφραγισμένων ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ·
5 Of the tribe of Judah were marked twelve thousand: of the tribe of Reuben twelve thousand: of the tribe of Gad twelve thousand:
ἐκ φυλῆς Ἰούδα δώδεκα χιλιάδες ἐσφραγισμέναι, ἐκ φυλῆς Ῥουβὶμ δώδεκα χιλιάδες, ἐκ φυλῆς Γὰδ δώδεκα χιλιάδες,
6 Of the tribe of Asher twelve thousand: of the tribe of Naphtali twelve thousand: of the tribe of Manasseh twelve thousand:
ἐκ φυλῆς Ἀσὴρ δώδεκα χιλιάδες, ἐκ φυλῆς Νεφθαλεὶμ δώδεκα χιλιάδες, ἐκ φυλῆς Μανασσῆ δώδεκα χιλιάδες,
7 Of the tribe of Simeon twelve thousand: of the tribe of Levi twelve thousand: of the tribe of Issachar twelve thousand:
ἐκ φυλῆς Συμεὼν δώδεκα χιλιάδες, ἐκ φυλῆς Λευῒ δώδεκα χιλιάδες, ἐκ φυλῆς Ἰσαχὰρ δώδεκα χιλιάδες,
8 Of the tribe of Zebulun twelve thousand: of the tribe of Joseph twelve thousand: of the tribe of Benjamin were marked twelve thousand.
ἐκ φυλῆς Ζαβουλὼν δώδεκα χιλιάδες, ἐκ φυλῆς Ἰωσὴφ δώδεκα χιλιάδες, ἐκ φυλῆς Βενιαμὶν δώδεκα χιλιάδες ἐσφραγισμέναι.
9 After these things I saw a great army of people more than might be numbered, out of every nation and of all tribes and peoples and languages, taking their places before the high seat and before the Lamb, dressed in white robes, and with branches in their hands,
Μετὰ ταῦτα εἶδον, καὶ ἰδού, ὄχλος πολύς, ὃν ἀριθμῆσαι οὐδεὶς ἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ἑστῶτας ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένους στολὰς λευκάς, καὶ φοίνικας ἐν ταῖς χερσὶν αὐτῶν·
10 Saying with a loud voice, Salvation to our God who is seated on the high seat, and to the Lamb.
καὶ κράζουσι φωνῇ μεγάλῃ, λέγοντες, Ἡ σωτηρία τῷ Θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ, καὶ τῷ ἀρνίῳ.
11 And all the angels were round about the high seat, and about the rulers and the four beasts; and they went down on their faces before the high seat, and gave worship to God, saying,
Καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶ ἔπεσον ἐνώπιον τοῦ θρόνου αὐτοῦ ἐπὶ τὰ πρόσωπα αὐτῶν, καὶ προσεκύνησαν τῷ Θεῷ,
12 So be it. Let blessing and glory and wisdom and praise and honour and power and strength be given to our God for ever and ever. So be it. (aiōn g165)
λέγοντες, Ἀμήν· ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ Θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. (aiōn g165)
13 And one of the rulers made answer, saying to me, These who have on white robes, who are they, and where did they come from?
Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων, λέγων μοι, Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκάς, τίνες εἰσί, καὶ πόθεν ἦλθον;
14 And I said to him, My lord, you have knowledge. And he said to me, These are they who came through the great testing, and their robes have been washed and made white in the blood of the Lamb.
Καὶ εἶπον αὐτῷ, Κύριέ μου, σὺ οἶδας. Καὶ εἶπέ μοι, Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης, καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν, καὶ ἐλεύκαναν ἐν τῷ αἵματι τοῦ ἀρνίου.
15 This is why they are before the high seat of God; and they are his servants day and night in his house: and he who is seated on the high seat will be a tent over them.
Διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ, καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ· καὶ ὁ καθήμενος ἐπὶ τῷ θρόνῳ σκηνώσει ἐπ᾽ αὐτούς.
16 They will never be in need of food or drink: and they will never again be troubled by the burning heat of the sun:
Οὐ πεινάσουσιν ἔτι, οὐδὲ διψήσουσιν ἔτι, οὐδ᾽ οὐ μὴ πέσῃ ἐπ᾽ αὐτοὺς ὁ ἥλιος, οὐδὲ πᾶν καῦμα·
17 For the Lamb who is on the high seat will be their keeper and their guide to fountains of living water: and God will make glad their eyes for ever.
ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ποιμαίνει αὐτούς, καὶ ὁδηγεῖ αὐτοὺς ἐπὶ ζωῆς πηγὰς ὑδάτων, καὶ ἐξαλείψει ὁ Θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν.

< Revelation 7 >