< Isaiah 39 >

1 At that time Merodach-baladan, the son of Baladan, king of Babylon, sent letters with an offering to Hezekiah, because he had news that Hezekiah had been ill, and was well again.
ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν Μαρωδαχ υἱὸς τοῦ Λααδαν ὁ βασιλεὺς τῆς Βαβυλωνίας ἐπιστολὰς καὶ πρέσβεις καὶ δῶρα Εζεκια ἤκουσεν γὰρ ὅτι ἐμαλακίσθη ἕως θανάτου καὶ ἀνέστη
2 And Hezekiah was glad at their coming, and let them see all his store of wealth, the silver and the gold and the spices and the oil, and all the house of his arms, and everything there was in his stores: there was nothing in all his house or his kingdom which he did not let them see.
καὶ ἐχάρη ἐπ’ αὐτοῖς Εζεκιας χαρὰν μεγάλην καὶ ἔδειξεν αὐτοῖς τὸν οἶκον τοῦ νεχωθα καὶ τῆς στακτῆς καὶ τῶν θυμιαμάτων καὶ τοῦ μύρου καὶ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου καὶ πάντας τοὺς οἴκους τῶν σκευῶν τῆς γάζης καὶ πάντα ὅσα ἦν ἐν τοῖς θησαυροῖς αὐτοῦ καὶ οὐκ ἦν οὐθέν ὃ οὐκ ἔδειξεν Εζεκιας ἐν τῷ οἴκῳ αὐτοῦ
3 Then Isaiah the prophet came to King Hezekiah, and said to him, What did these men say, and where did they come from? And Hezekiah said, They came from a far country, even from Babylon.
καὶ ἦλθεν Ησαιας ὁ προφήτης πρὸς τὸν βασιλέα Εζεκιαν καὶ εἶπεν πρὸς αὐτόν τί λέγουσιν οἱ ἄνθρωποι οὗτοι καὶ πόθεν ἥκασιν πρὸς σέ καὶ εἶπεν Εζεκιας ἐκ γῆς πόρρωθεν ἥκασιν πρός με ἐκ Βαβυλῶνος
4 And he said, What have they seen in your house? And Hezekiah said in answer, They saw everything in my house: there is nothing among my stores which I did not let them see.
καὶ εἶπεν Ησαιας τί εἴδοσαν ἐν τῷ οἴκῳ σου καὶ εἶπεν Εζεκιας πάντα τὰ ἐν τῷ οἴκῳ μου εἴδοσαν καὶ οὐκ ἔστιν ἐν τῷ οἴκῳ μου ὃ οὐκ εἴδοσαν ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου
5 Then said Isaiah to Hezekiah, Give ear to the word of the Lord of armies:
καὶ εἶπεν αὐτῷ Ησαιας ἄκουσον τὸν λόγον κυρίου σαβαωθ
6 Truly, the days are coming when everything in your house, and whatever your fathers have put in store till this day, will be taken away to Babylon: all will be gone.
ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ λήμψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου καὶ ὅσα συνήγαγον οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς Βαβυλῶνα ἥξει καὶ οὐδὲν οὐ μὴ καταλίπωσιν εἶπεν δὲ ὁ θεὸς
7 And your sons, even your offspring, will they take away to be unsexed servants in the house of the king of Babylon.
ὅτι καὶ ἀπὸ τῶν τέκνων σου ὧν ἐγέννησας λήμψονται καὶ ποιήσουσιν σπάδοντας ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βαβυλωνίων
8 Then said Hezekiah to Isaiah, Good is the word of the Lord which you have said. And he said in his heart, There will be peace and quiet in my days.
καὶ εἶπεν Εζεκιας πρὸς Ησαιαν ἀγαθὸς ὁ λόγος κυρίου ὃν ἐλάλησεν γενέσθω δὴ εἰρήνη καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις μου

< Isaiah 39 >