< 2 Chronicles 5 >
1 So all the work which Solomon did for the house of the Lord was complete. And Solomon took the holy things which David his father had given, the silver and the gold and all the vessels, and put them in the store-houses of the house of God.
καὶ συνετελέσθη πᾶσα ἡ ἐργασία ἣν ἐποίησεν Σαλωμων ἐν οἴκῳ κυρίου καὶ εἰσήνεγκεν Σαλωμων τὰ ἅγια Δαυιδ τοῦ πατρὸς αὐτοῦ τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἔδωκεν εἰς θησαυρὸν οἴκου κυρίου
2 Then Solomon sent for all the responsible men of Israel, all the chiefs of the tribes and the heads of families of the children of Israel, to come to Jerusalem and take the ark of the Lord's agreement up out of the town of David, which is Zion.
τότε ἐξεκκλησίασεν Σαλωμων τοὺς πρεσβυτέρους Ισραηλ καὶ πάντας τοὺς ἄρχοντας τῶν φυλῶν τοὺς ἡγουμένους πατριῶν υἱῶν Ισραηλ εἰς Ιερουσαλημ τοῦ ἀνενέγκαι κιβωτὸν διαθήκης κυρίου ἐκ πόλεως Δαυιδ αὕτη Σιων
3 And all the men of Israel came together to the king at the feast in the seventh month.
καὶ ἐξεκκλησιάσθησαν πρὸς τὸν βασιλέα πᾶς ἀνὴρ Ισραηλ ἐν τῇ ἑορτῇ οὗτος ὁ μὴν ἕβδομος
4 All the responsible men of Israel came, and the Levites took up the ark.
καὶ ἦλθον πάντες οἱ πρεσβύτεροι Ισραηλ καὶ ἔλαβον πάντες οἱ Λευῖται τὴν κιβωτὸν
5 They took up the ark and the Tent of meeting and all the holy vessels which were in the Tent; all these the priests, the Levites, took up.
καὶ ἀνήνεγκαν τὴν κιβωτὸν καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ πάντα τὰ σκεύη τὰ ἅγια τὰ ἐν τῇ σκηνῇ καὶ ἀνήνεγκαν αὐτὴν οἱ ἱερεῖς καὶ οἱ Λευῖται
6 And King Solomon and all the men of Israel who had come together there with him, were before the ark, making offerings of sheep and oxen more than might be numbered.
καὶ ὁ βασιλεὺς Σαλωμων καὶ πᾶσα συναγωγὴ Ισραηλ καὶ οἱ φοβούμενοι καὶ οἱ ἐπισυνηγμένοι αὐτῶν ἔμπροσθεν τῆς κιβωτοῦ θύοντες μόσχους καὶ πρόβατα οἳ οὐκ ἀριθμηθήσονται καὶ οἳ οὐ λογισθήσονται ἀπὸ τοῦ πλήθους
7 And the priests took the ark of the Lord's agreement and put it in its place, in the inner room of the house, in the most holy place, under the wings of the winged ones.
καὶ εἰσήνεγκαν οἱ ἱερεῖς τὴν κιβωτὸν διαθήκης κυρίου εἰς τὸν τόπον αὐτῆς εἰς τὸ δαβιρ τοῦ οἴκου εἰς τὰ ἅγια τῶν ἁγίων ὑποκάτω τῶν πτερύγων τῶν χερουβιν
8 For their wings were outstretched over the place where the ark was, covering the ark and its rods.
καὶ ἦν τὰ χερουβιν διαπεπετακότα τὰς πτέρυγας αὐτῶν ἐπὶ τὸν τόπον τῆς κιβωτοῦ καὶ συνεκάλυπτεν τὰ χερουβιν ἐπὶ τὴν κιβωτὸν καὶ ἐπὶ τοὺς ἀναφορεῖς αὐτῆς ἐπάνωθεν
9 The rods were so long that their ends were seen from the holy place before the inmost room; but they were not seen from outside; and there they are to this day.
καὶ ὑπερεῖχον οἱ ἀναφορεῖς καὶ ἐβλέποντο αἱ κεφαλαὶ τῶν ἀναφορέων ἐκ τῶν ἁγίων εἰς πρόσωπον τοῦ δαβιρ οὐκ ἐβλέποντο ἔξω καὶ ἦσαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης
10 Nothing was in the ark but the two flat stones which Moses put there at Horeb, where the Lord made an agreement with the children of Israel when they came out of Egypt.
οὐκ ἦν ἐν τῇ κιβωτῷ πλὴν δύο πλάκες ἃς ἔθηκεν Μωυσῆς ἐν Χωρηβ ἃ διέθετο κύριος μετὰ τῶν υἱῶν Ισραηλ ἐν τῷ ἐξελθεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου
11 Now when the priests had come out of the holy place, (for all the priests who were present had made themselves holy, not keeping to their divisions;
καὶ ἐγένετο ἐν τῷ ἐξελθεῖν τοὺς ἱερεῖς ἐκ τῶν ἁγίων ὅτι πάντες οἱ ἱερεῖς οἱ εὑρεθέντες ἡγιάσθησαν οὐκ ἦσαν διατεταγμένοι κατ’ ἐφημερίαν
12 And the Levites who made the music, all of them, Asaph, Heman, Jeduthun, and their sons and brothers, robed in fair linen, were in their places with their brass and corded instruments at the east side of the altar, and with them a hundred and twenty priests blowing horns; )
καὶ οἱ Λευῖται οἱ ψαλτῳδοὶ πάντες τοῖς υἱοῖς Ασαφ τῷ Αιμαν τῷ Ιδιθουν καὶ τοῖς υἱοῖς αὐτῶν καὶ τοῖς ἀδελφοῖς αὐτῶν τῶν ἐνδεδυμένων στολὰς βυσσίνας ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν κινύραις ἑστηκότες κατέναντι τοῦ θυσιαστηρίου καὶ μετ’ αὐτῶν ἱερεῖς ἑκατὸν εἴκοσι σαλπίζοντες ταῖς σάλπιγξιν
13 And when the players on horns, and those who made melody in song, with one voice were sounding the praise and glory of the Lord; with loud voices and with wind instruments, and brass and corded instruments of music, praising the Lord and saying, He is good; his mercy is unchanging for ever: then the house was full of the cloud of the glory of the Lord,
καὶ ἐγένετο μία φωνὴ ἐν τῷ σαλπίζειν καὶ ἐν τῷ ψαλτῳδεῖν καὶ ἐν τῷ ἀναφωνεῖν φωνῇ μιᾷ τοῦ ἐξομολογεῖσθαι καὶ αἰνεῖν τῷ κυρίῳ καὶ ὡς ὕψωσαν φωνὴν ἐν σάλπιγξιν καὶ ἐν κυμβάλοις καὶ ἐν ὀργάνοις τῶν ᾠδῶν καὶ ἔλεγον ἐξομολογεῖσθε τῷ κυρίῳ ὅτι ἀγαθόν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ καὶ ὁ οἶκος ἐνεπλήσθη νεφέλης δόξης κυρίου
14 So that the priests were not able to keep their places to do their work because of the cloud; for the house of God was full of the glory of the Lord.
καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς τοῦ στῆναι λειτουργεῖν ἀπὸ προσώπου τῆς νεφέλης ὅτι ἐνέπλησεν δόξα κυρίου τὸν οἶκον τοῦ θεοῦ