< 1 Kings 18 >
1 Now after a long time, the word of the Lord came to Elijah, in the third year, saying, Go and let Ahab see you, so that I may send rain on the earth.
καὶ ἐγένετο μεθ’ ἡμέρας πολλὰς καὶ ῥῆμα κυρίου ἐγένετο πρὸς Ηλιου ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ λέγων πορεύθητι καὶ ὄφθητι τῷ Αχααβ καὶ δώσω ὑετὸν ἐπὶ πρόσωπον τῆς γῆς
2 So Elijah went to let Ahab see him. Now there was no food to be had in Samaria.
καὶ ἐπορεύθη Ηλιου τοῦ ὀφθῆναι τῷ Αχααβ καὶ ἡ λιμὸς κραταιὰ ἐν Σαμαρείᾳ
3 And Ahab sent for Obadiah, the controller of the king's house. (Now Obadiah had the fear of the Lord before him greatly;
καὶ ἐκάλεσεν Αχααβ τὸν Αβδιου τὸν οἰκονόμον καὶ Αβδιου ἦν φοβούμενος τὸν κύριον σφόδρα
4 For when Jezebel was cutting off the prophets of the Lord, Obadiah took a hundred of them, and kept them secretly in a hole in the rock, fifty at a time, and gave them bread and water.)
καὶ ἐγένετο ἐν τῷ τύπτειν τὴν Ιεζαβελ τοὺς προφήτας κυρίου καὶ ἔλαβεν Αβδιου ἑκατὸν ἄνδρας προφήτας καὶ ἔκρυψεν αὐτοὺς κατὰ πεντήκοντα ἐν σπηλαίῳ καὶ διέτρεφεν αὐτοὺς ἐν ἄρτῳ καὶ ὕδατι
5 And Ahab said to Obadiah, Come, let us go through all the country, to all the fountains of water and all the rivers, and see if there is any grass to be had for the horses and the transport beasts, so that we may be able to keep some of the beasts from destruction.
καὶ εἶπεν Αχααβ πρὸς Αβδιου δεῦρο καὶ διέλθωμεν ἐπὶ τὴν γῆν ἐπὶ πηγὰς τῶν ὑδάτων καὶ ἐπὶ χειμάρρους ἐάν πως εὕρωμεν βοτάνην καὶ περιποιησώμεθα ἵππους καὶ ἡμιόνους καὶ οὐκ ἐξολοθρευθήσονται ἀπὸ τῶν κτηνῶν
6 So they went through all the country, covering it between them; Ahab went in one direction by himself, and Obadiah went in another by himself.
καὶ ἐμέρισαν ἑαυτοῖς τὴν ὁδὸν τοῦ διελθεῖν αὐτήν Αχααβ ἐπορεύθη ἐν ὁδῷ μιᾷ μόνος καὶ Αβδιου ἐπορεύθη ἐν ὁδῷ ἄλλῃ μόνος
7 And while Obadiah was on his way, he came face to face with Elijah; and seeing who it was, he went down on his face and said, Is it you, my lord Elijah?
καὶ ἦν Αβδιου ἐν τῇ ὁδῷ μόνος καὶ ἦλθεν Ηλιου εἰς συνάντησιν αὐτοῦ μόνος καὶ Αβδιου ἔσπευσεν καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ εἶπεν εἰ σὺ εἶ αὐτός κύριέ μου Ηλιου
8 And Elijah in answer said, It is I; now go and say to your lord, Elijah is here.
καὶ εἶπεν Ηλιου αὐτῷ ἐγώ πορεύου λέγε τῷ κυρίῳ σου ἰδοὺ Ηλιου
9 And he said, What sin have I done, that you would give up your servant into the hand of Ahab, and be the cause of my death?
καὶ εἶπεν Αβδιου τί ἡμάρτηκα ὅτι δίδως τὸν δοῦλόν σου εἰς χεῖρα Αχααβ τοῦ θανατῶσαί με
10 By the life of the Lord your God, there is not a nation or kingdom where my lord has not sent in search of you; and when they said, He is not here; he made them take an oath that they had not seen you.
ζῇ κύριος ὁ θεός σου εἰ ἔστιν ἔθνος ἢ βασιλεία οὗ οὐκ ἀπέσταλκεν ὁ κύριός μου ζητεῖν σε καὶ εἶπον οὐκ ἔστιν καὶ ἐνέπρησεν τὴν βασιλείαν καὶ τὰς χώρας αὐτῆς ὅτι οὐχ εὕρηκέν σε
11 And now you say, Go, say to your lord, Elijah is here.
καὶ νῦν σὺ λέγεις πορεύου ἀνάγγελλε τῷ κυρίῳ σου ἰδοὺ Ηλιου
12 And straight away, when I have gone from you, the spirit of the Lord will take you away, I have no idea where, so that when I come and give word to Ahab, and he sees you not, he will put me to death: though I, your servant, have been a worshipper of the Lord from my earliest years.
καὶ ἔσται ἐὰν ἐγὼ ἀπέλθω ἀπὸ σοῦ καὶ πνεῦμα κυρίου ἀρεῖ σε εἰς γῆν ἣν οὐκ οἶδα καὶ εἰσελεύσομαι ἀπαγγεῖλαι τῷ Αχααβ καὶ ἀποκτενεῖ με καὶ ὁ δοῦλός σού ἐστιν φοβούμενος τὸν κύριον ἐκ νεότητος αὐτοῦ
13 Has my lord not had word of what I did when Jezebel was putting the Lord's prophets to death? how I kept a hundred of them in a secret hole in the rock, fifty at a time, and gave them bread and water?
ἦ οὐκ ἀπηγγέλη σοι τῷ κυρίῳ μου οἷα πεποίηκα ἐν τῷ ἀποκτείνειν Ιεζαβελ τοὺς προφήτας κυρίου καὶ ἔκρυψα ἀπὸ τῶν προφητῶν κυρίου ἑκατὸν ἄνδρας ἀνὰ πεντήκοντα ἐν σπηλαίῳ καὶ ἔθρεψα ἐν ἄρτοις καὶ ὕδατι
14 And now you say, Go and say to your Lord, Elijah is here; and he will put me to death.
καὶ νῦν σὺ λέγεις μοι πορεύου λέγε τῷ κυρίῳ σου ἰδοὺ Ηλιου καὶ ἀποκτενεῖ με
15 And Elijah said, By the life of the Lord of armies, whose servant I am, I will certainly let him see me today.
καὶ εἶπεν Ηλιου ζῇ κύριος τῶν δυνάμεων ᾧ παρέστην ἐνώπιον αὐτοῦ ὅτι σήμερον ὀφθήσομαι αὐτῷ
16 So Obadiah went to Ahab and gave him the news; and Ahab went to see Elijah.
καὶ ἐπορεύθη Αβδιου εἰς συναντὴν τῷ Αχααβ καὶ ἀπήγγειλεν αὐτῷ καὶ ἐξέδραμεν Αχααβ καὶ ἐπορεύθη εἰς συνάντησιν Ηλιου
17 And when he saw Elijah, Ahab said to him, Is it you, you troubler of Israel?
καὶ ἐγένετο ὡς εἶδεν Αχααβ τὸν Ηλιου καὶ εἶπεν Αχααβ πρὸς Ηλιου εἰ σὺ εἶ αὐτὸς ὁ διαστρέφων τὸν Ισραηλ
18 Then he said in answer, I have not been troubling Israel, but you and your family; because, turning away from the orders of the Lord, you have gone after the Baals.
καὶ εἶπεν Ηλιου οὐ διαστρέφω τὸν Ισραηλ ὅτι ἀλλ’ ἢ σὺ καὶ ὁ οἶκος τοῦ πατρός σου ἐν τῷ καταλιμπάνειν ὑμᾶς τὸν κύριον θεὸν ὑμῶν καὶ ἐπορεύθης ὀπίσω τῶν Βααλιμ
19 Now send, and get Israel together before me at Mount Carmel, with the four hundred and fifty prophets of Baal who get their food at Jezebel's table.
καὶ νῦν ἀπόστειλον συνάθροισον πρός με πάντα Ισραηλ εἰς ὄρος τὸ Καρμήλιον καὶ τοὺς προφήτας τῆς αἰσχύνης τετρακοσίους καὶ πεντήκοντα καὶ τοὺς προφήτας τῶν ἀλσῶν τετρακοσίους ἐσθίοντας τράπεζαν Ιεζαβελ
20 So Ahab sent for all the children of Israel, and got the prophets together at Mount Carmel.
καὶ ἀπέστειλεν Αχααβ εἰς πάντα Ισραηλ καὶ ἐπισυνήγαγεν πάντας τοὺς προφήτας εἰς ὄρος τὸ Καρμήλιον
21 And Elijah came near to all the people and said, How long will you go on balancing between two opinions? if the Lord is God, then give worship to him; but if Baal, give worship to him. And the people said not a word in answer.
καὶ προσήγαγεν Ηλιου πρὸς πάντας καὶ εἶπεν αὐτοῖς Ηλιου ἕως πότε ὑμεῖς χωλανεῖτε ἐπ’ ἀμφοτέραις ταῖς ἰγνύαις εἰ ἔστιν κύριος ὁ θεός πορεύεσθε ὀπίσω αὐτοῦ εἰ δὲ ὁ Βααλ αὐτός πορεύεσθε ὀπίσω αὐτοῦ καὶ οὐκ ἀπεκρίθη ὁ λαὸς λόγον
22 Then Elijah said to the people, I, even I, am the only living prophet of the Lord; but Baal's prophets are four hundred and fifty men.
καὶ εἶπεν Ηλιου πρὸς τὸν λαόν ἐγὼ ὑπολέλειμμαι προφήτης τοῦ κυρίου μονώτατος καὶ οἱ προφῆται τοῦ Βααλ τετρακόσιοι καὶ πεντήκοντα ἄνδρες καὶ οἱ προφῆται τοῦ ἄλσους τετρακόσιοι
23 Now, let them give us two oxen; and let them take one for themselves, and have it cut up, and put it on the wood, but put no fire under it; I will get the other ox ready, and put it on the wood, and put no fire under it.
δότωσαν ἡμῖν δύο βόας καὶ ἐκλεξάσθωσαν ἑαυτοῖς τὸν ἕνα καὶ μελισάτωσαν καὶ ἐπιθέτωσαν ἐπὶ τῶν ξύλων καὶ πῦρ μὴ ἐπιθέτωσαν καὶ ἐγὼ ποιήσω τὸν βοῦν τὸν ἄλλον καὶ πῦρ οὐ μὴ ἐπιθῶ
24 And do you make prayers to your god, and I will make a prayer to the Lord: and it will be clear that the one who gives an answer by fire is God. And all the people in answer said, It is well said.
καὶ βοᾶτε ἐν ὀνόματι θεῶν ὑμῶν καὶ ἐγὼ ἐπικαλέσομαι ἐν ὀνόματι κυρίου τοῦ θεοῦ μου καὶ ἔσται ὁ θεός ὃς ἐὰν ἐπακούσῃ ἐν πυρί οὗτος θεός καὶ ἀπεκρίθησαν πᾶς ὁ λαὸς καὶ εἶπον καλὸν τὸ ῥῆμα ὃ ἐλάλησας
25 Then Elijah said to the prophets of Baal, Take one ox for yourselves and get it ready first, for there are more of you; and make your prayers to your god, but put no fire under.
καὶ εἶπεν Ηλιου τοῖς προφήταις τῆς αἰσχύνης ἐκλέξασθε ἑαυτοῖς τὸν μόσχον τὸν ἕνα καὶ ποιήσατε πρῶτοι ὅτι πολλοὶ ὑμεῖς καὶ ἐπικαλέσασθε ἐν ὀνόματι θεοῦ ὑμῶν καὶ πῦρ μὴ ἐπιθῆτε
26 So they took the ox which was given them, and made it ready, crying out to Baal from morning till the middle of the day, and saying, O Baal, give ear to us. But there was no voice and no answer. And they were jumping up and down before the altar they had made.
καὶ ἔλαβον τὸν μόσχον καὶ ἐποίησαν καὶ ἐπεκαλοῦντο ἐν ὀνόματι τοῦ Βααλ ἐκ πρωίθεν ἕως μεσημβρίας καὶ εἶπον ἐπάκουσον ἡμῶν ὁ Βααλ ἐπάκουσον ἡμῶν καὶ οὐκ ἦν φωνὴ καὶ οὐκ ἦν ἀκρόασις καὶ διέτρεχον ἐπὶ τοῦ θυσιαστηρίου οὗ ἐποίησαν
27 And in the middle of the day, Elijah made sport of them, saying, Give louder cries, for he is a god; he may be deep in thought, or he may have gone away for some purpose, or he may be on a journey, or by chance he is sleeping and has to be made awake.
καὶ ἐγένετο μεσημβρίᾳ καὶ ἐμυκτήρισεν αὐτοὺς Ηλιου ὁ Θεσβίτης καὶ εἶπεν ἐπικαλεῖσθε ἐν φωνῇ μεγάλῃ ὅτι θεός ἐστιν ὅτι ἀδολεσχία αὐτῷ ἐστιν καὶ ἅμα μήποτε χρηματίζει αὐτός ἢ μήποτε καθεύδει αὐτός καὶ ἐξαναστήσεται
28 So they gave loud cries, cutting themselves with knives and swords, as was their way, till the blood came streaming out all over them.
καὶ ἐπεκαλοῦντο ἐν φωνῇ μεγάλῃ καὶ κατετέμνοντο κατὰ τὸν ἐθισμὸν αὐτῶν ἐν μαχαίραις καὶ σειρομάσταις ἕως ἐκχύσεως αἵματος ἐπ’ αὐτούς
29 And from the middle of the day they went on with their prayers till the time of the offering; but there was no voice, or any answer, or any who gave attention to them.
καὶ ἐπροφήτευον ἕως οὗ παρῆλθεν τὸ δειλινόν καὶ ἐγένετο ὡς ὁ καιρὸς τοῦ ἀναβῆναι τὴν θυσίαν καὶ οὐκ ἦν φωνή καὶ ἐλάλησεν Ηλιου ὁ Θεσβίτης πρὸς τοὺς προφήτας τῶν προσοχθισμάτων λέγων μετάστητε ἀπὸ τοῦ νῦν καὶ ἐγὼ ποιήσω τὸ ὁλοκαύτωμά μου καὶ μετέστησαν καὶ ἀπῆλθον
30 Then Elijah said to all the people, Come near to me; and all the people came near. And he put up again the altar of the Lord which had been broken down.
καὶ εἶπεν Ηλιου πρὸς τὸν λαόν προσαγάγετε πρός με καὶ προσήγαγεν πᾶς ὁ λαὸς πρὸς αὐτόν
31 And Elijah took twelve stones, the number of the tribes of the sons of Jacob, to whom the Lord had said, Israel will be your name:
καὶ ἔλαβεν Ηλιου δώδεκα λίθους κατ’ ἀριθμὸν φυλῶν τοῦ Ισραηλ ὡς ἐλάλησεν κύριος πρὸς αὐτὸν λέγων Ισραηλ ἔσται τὸ ὄνομά σου
32 And with the stones he made an altar to the name of the Lord; and he made a deep drain all round the altar, great enough to take two measures of seed.
καὶ ᾠκοδόμησεν τοὺς λίθους ἐν ὀνόματι κυρίου καὶ ἰάσατο τὸ θυσιαστήριον τὸ κατεσκαμμένον καὶ ἐποίησεν θααλα χωροῦσαν δύο μετρητὰς σπέρματος κυκλόθεν τοῦ θυσιαστηρίου
33 And he put the wood in order, and, cutting up the ox, put it on the wood. Then he said, Get four vessels full of water and put it on the burned offering and on the wood. And he said, Do it a second time, and they did it a second time;
καὶ ἐστοίβασεν τὰς σχίδακας ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησεν καὶ ἐμέλισεν τὸ ὁλοκαύτωμα καὶ ἐπέθηκεν ἐπὶ τὰς σχίδακας καὶ ἐστοίβασεν ἐπὶ τὸ θυσιαστήριον
34 And he said, Do it a third time, and they did it a third time.
καὶ εἶπεν λάβετέ μοι τέσσαρας ὑδρίας ὕδατος καὶ ἐπιχέετε ἐπὶ τὸ ὁλοκαύτωμα καὶ ἐπὶ τὰς σχίδακας καὶ ἐποίησαν οὕτως καὶ εἶπεν δευτερώσατε καὶ ἐδευτέρωσαν καὶ εἶπεν τρισσώσατε καὶ ἐτρίσσευσαν
35 And the water went all round the altar, till the drain was full.
καὶ διεπορεύετο τὸ ὕδωρ κύκλῳ τοῦ θυσιαστηρίου καὶ τὴν θααλα ἔπλησαν ὕδατος
36 Then at the time of the offering, Elijah the prophet came near and said, O Lord, the God of Abraham, of Isaac, and of Israel, let it be seen this day that you are God in Israel, and that I am your servant, and that I have done all these things by your order.
καὶ ἀνεβόησεν Ηλιου εἰς τὸν οὐρανὸν καὶ εἶπεν κύριε ὁ θεὸς Αβρααμ καὶ Ισαακ καὶ Ισραηλ ἐπάκουσόν μου κύριε ἐπάκουσόν μου σήμερον ἐν πυρί καὶ γνώτωσαν πᾶς ὁ λαὸς οὗτος ὅτι σὺ εἶ κύριος ὁ θεὸς Ισραηλ κἀγὼ δοῦλός σου καὶ διὰ σὲ πεποίηκα τὰ ἔργα ταῦτα
37 Give me an answer, O Lord, give me an answer, so that this people may see that you are God, and that you have made their hearts come back again.
ἐπάκουσόν μου κύριε ἐπάκουσόν μου ἐν πυρί καὶ γνώτω ὁ λαὸς οὗτος ὅτι σὺ εἶ κύριος ὁ θεὸς καὶ σὺ ἔστρεψας τὴν καρδίαν τοῦ λαοῦ τούτου ὀπίσω
38 Then the fire of the Lord came down, burning up the offering and the wood and the stones and the dust, and drinking up the water in the drain.
καὶ ἔπεσεν πῦρ παρὰ κυρίου ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν τὸ ὁλοκαύτωμα καὶ τὰς σχίδακας καὶ τὸ ὕδωρ τὸ ἐν τῇ θααλα καὶ τοὺς λίθους καὶ τὸν χοῦν ἐξέλιξεν τὸ πῦρ
39 And when the people saw it, they all went down on their faces, and said, The Lord, he is God, the Lord, he is God.
καὶ ἔπεσεν πᾶς ὁ λαὸς ἐπὶ πρόσωπον αὐτῶν καὶ εἶπον ἀληθῶς κύριός ἐστιν ὁ θεός αὐτὸς ὁ θεός
40 And Elijah said to them, Take the prophets of Baal, let not one of them get away. So they took them, and Elijah made them go down to the stream Kishon, and put them to death there.
καὶ εἶπεν Ηλιου πρὸς τὸν λαόν συλλάβετε τοὺς προφήτας τοῦ Βααλ μηθεὶς σωθήτω ἐξ αὐτῶν καὶ συνέλαβον αὐτούς καὶ κατάγει αὐτοὺς Ηλιου εἰς τὸν χειμάρρουν Κισων καὶ ἔσφαξεν αὐτοὺς ἐκεῖ
41 Then Elijah said to Ahab, Up! take food and drink, for there is a sound of much rain.
καὶ εἶπεν Ηλιου τῷ Αχααβ ἀνάβηθι καὶ φάγε καὶ πίε ὅτι φωνὴ τῶν ποδῶν τοῦ ὑετοῦ
42 So Ahab went up to have food and drink, while Elijah went up to the top of Carmel; and he went down on the earth, putting his face between his knees.
καὶ ἀνέβη Αχααβ τοῦ φαγεῖν καὶ πιεῖν καὶ Ηλιου ἀνέβη ἐπὶ τὸν Κάρμηλον καὶ ἔκυψεν ἐπὶ τὴν γῆν καὶ ἔθηκεν τὸ πρόσωπον ἑαυτοῦ ἀνὰ μέσον τῶν γονάτων ἑαυτοῦ
43 And he said to his servant, Go now, and take a look in the direction of the sea. And he went up, and after looking said, There is nothing. And he said, Go again seven times; and he went seven times.
καὶ εἶπεν τῷ παιδαρίῳ αὑτοῦ ἀνάβηθι καὶ ἐπίβλεψον ὁδὸν τῆς θαλάσσης καὶ ἐπέβλεψεν τὸ παιδάριον καὶ εἶπεν οὐκ ἔστιν οὐθέν καὶ εἶπεν Ηλιου καὶ σὺ ἐπίστρεψον ἑπτάκι καὶ ἐπέστρεψεν τὸ παιδάριον ἑπτάκι
44 And the seventh time he said, I see a cloud coming up out of the sea, as small as a man's hand. Then he said, Go up and say to Ahab, Get your carriage ready and go down or the rain will keep you back.
καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ καὶ ἰδοὺ νεφέλη μικρὰ ὡς ἴχνος ἀνδρὸς ἀνάγουσα ὕδωρ καὶ εἶπεν ἀνάβηθι καὶ εἰπὸν τῷ Αχααβ ζεῦξον τὸ ἅρμα σου καὶ κατάβηθι μὴ καταλάβῃ σε ὁ ὑετός
45 And after a very little time, the heaven became black with clouds and wind, and there was a great rain. And Ahab went in his carriage to Jezreel.
καὶ ἐγένετο ἕως ὧδε καὶ ὧδε καὶ ὁ οὐρανὸς συνεσκότασεν νεφέλαις καὶ πνεύματι καὶ ἐγένετο ὑετὸς μέγας καὶ ἔκλαιεν καὶ ἐπορεύετο Αχααβ εἰς Ιεζραελ
46 And the hand of the Lord was on Elijah; and he made himself strong, and went running before Ahab till they came to Jezreel.
καὶ χεὶρ κυρίου ἐπὶ τὸν Ηλιου καὶ συνέσφιγξεν τὴν ὀσφὺν αὐτοῦ καὶ ἔτρεχεν ἔμπροσθεν Αχααβ ἕως Ιεζραελ