< 1 Corinthians 13 >
1 If I make use of the tongues of men and of angels, and have not love, I am like sounding brass, or a loud-tongued bell.
Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον.
2 And if I have a prophet's power, and have knowledge of all secret things; and if I have all faith, by which mountains may be moved from their place, but have not love, I am nothing.
καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστάναι, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι.
3 And if I give all my goods to the poor, and if I give my body to be burned, but have not love, it is of no profit to me.
κἂν κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα (καυχήσωμαι, *N(K)(o)*) ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.
4 Love is never tired of waiting; love is kind; love has no envy; love has no high opinion of itself, love has no pride;
Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται,
5 Love's ways are ever fair, it takes no thought for itself; it is not quickly made angry, it takes no account of evil;
οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν,
6 It takes no pleasure in wrongdoing, but has joy in what is true;
οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ,
7 Love has the power of undergoing all things, having faith in all things, hoping all things.
πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει.
8 Though the prophet's word may come to an end, tongues come to nothing, and knowledge have no more value, love has no end.
ἡ ἀγάπη οὐδέποτε (πίπτει. *N(k)O*) Εἴτε δὲ προφητεῖαι, καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις, καταργηθήσεται.
9 For our knowledge is only in part, and the prophet's word gives only a part of what is true:
ἐκ μέρους (γὰρ *NK(o)*) γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν·
10 But when that which is complete is come, then that which is in part will be no longer necessary.
ὅταν δὲ ἔλθῃ τὸ τέλειον, (τότε *K*) τὸ ἐκ μέρους καταργηθήσεται.
11 When I was a child, I made use of a child's language, I had a child's feelings and a child's thoughts: now that I am a man, I have put away the things of a child.
ὅτε ἤμην νήπιος, ἐλάλουν ὡς νήπιος, ἐφρόνουν ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιος· ὅτε (δὲ *k*) γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου.
12 For now we see things in a glass, darkly; but then face to face: now my knowledge is in part; then it will be complete, even as God's knowledge of me.
βλέπομεν γὰρ ἄρτι δι᾽ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην.
13 But now we still have faith, hope, love, these three; and the greatest of these is love.
Νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη.