< Romans 16 >
1 I commend to you our sister Phoebe, a servant of the church in Cenchrea.
Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν, οὖσαν διάκονον τῆς ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς,
2 Welcome her in the Lord in a manner worthy of the saints, and assist her with anything she may need from you. For she has been a great help to many people, including me.
ἵνα προσδέξησθε αὐτὴν ἐν κυρίῳ ἀξίως τῶν ἁγίων καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι· καὶ γὰρ αὕτη προστάτις πολλῶν ἐγενήθη καὶ ἐμοῦ αὐτοῦ.
3 Greet Prisca and Aquila, my fellow workers in Christ Jesus,
ἀσπάσασθε Πρίσκαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν χριστῷ Ἰησοῦ,
4 who have risked their lives for me. Not only I but all the churches of the Gentiles are grateful to them.
οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν,
5 Greet also the church that meets at their house. Greet my beloved Epenetus, who was the first convert to Christ in the province of Asia.
καὶ τὴν κατ᾽ οἶκον αὐτῶν ἐκκλησίαν. ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀσίας εἰς χριστόν.
6 Greet Mary, who has worked very hard for you.
ἀσπάσασθε Μαρίαν, ἥτις πολλὰ ἐκοπίασεν εἰς ὑμᾶς.
7 Greet Andronicus and Junia, my fellow countrymen and fellow prisoners. They are outstanding among the apostles, and they were in Christ before I was.
ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ γέγοναν ἐν χριστῷ.
8 Greet Ampliatus, my beloved in the Lord.
ἀσπάσασθε Ἀμπλιᾶτον τὸν ἀγαπητόν μου ἐν κυρίῳ.
9 Greet Urbanus, our fellow worker in Christ, and my beloved Stachys.
ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν χριστῷ, καὶ Στάχυν τὸν ἀγαπητόν μου.
10 Greet Apelles, who is approved in Christ. Greet those who belong to the household of Aristobulus.
ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν χριστῷ. ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου.
11 Greet Herodion, my fellow countryman. Greet those from the household of Narcissus who are in the Lord.
ἀσπάσασθε Ἡρωδίωνα τὸν συγγενῆν μου. ἀσπάσασθε τοὺς ἐκ τῶν Ναρκίσσου τοὺς ὄντας ἐν κυρίῳ.
12 Greet Tryphena and Tryphosa, women who have worked hard in the Lord. Greet my beloved Persis, who has worked very hard in the Lord.
ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν κυρίῳ. ἀσπάσασθε Περσίδα τὴν ἀγαπητήν, ἥτις πολλὰ ἐκοπίασεν ἐν κυρίῳ.
13 Greet Rufus, chosen in the Lord, and his mother, who has been a mother to me as well.
ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν κυρίῳ, καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ.
14 Greet Asyncritus, Phlegon, Hermes, Patrobas, Hermas, and the brothers with them.
ἀσπάσασθε Ἀσύγκριτον, Φλέγοντα, Ἑρμῆν, Πατρόβαν, Ἑρμᾶν, καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς.
15 Greet Philologus and Julia, Nereus and his sister, and Olympas and all the saints with them.
ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν, Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ, καὶ Ὀλυμπᾶν, καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους.
16 Greet one another with a holy kiss. All the churches of Christ send you greetings.
ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι πᾶσαι τοῦ χριστοῦ.
17 Now I urge you, brothers, to watch out for those who create divisions and obstacles that are contrary to the teaching you have learned. Turn away from them.
Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας, καὶ ἐκκλίνετε ἀπ᾽ αὐτῶν.
18 For such people are not serving our Lord Christ, but their own appetites. By smooth talk and flattery they deceive the hearts of the naive.
οἱ γὰρ τοιοῦτοι τῷ κυρίῳ ἡμῶν χριστῷ οὐ δουλεύουσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσιν τὰς καρδίας τῶν ἀκάκων.
19 Everyone has heard about your obedience, so I rejoice over you. But I want you to be wise about what is good and innocent about what is evil.
ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο· ἐφ᾽ ὑμῖν οὖν χαίρω. θέλω δὲ ὑμᾶς σοφοὺς εἶναι εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν.
20 The God of peace will soon crush Satan under your feet. The grace of our Lord Jesus Christ be with you.
ὁ δὲ θεὸς τῆς εἰρήνης συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ [χριστοῦ] μεθ᾽ ὑμῶν.
21 Timothy, my fellow worker, sends you greetings, as do Lucius, Jason, and Sosipater, my fellow countrymen.
Ἀσπάζεται ὑμᾶς Τιμόθεος ὁ συνεργός μου, καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος οἱ συγγενεῖς μου.
22 I, Tertius, who wrote down this letter, greet you in the Lord.
ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος ὁ γράψας τὴν ἐπιστολὴν ἐν κυρίῳ.
23 Gaius, who has hosted me and all the church, sends you greetings. Erastus, the city treasurer, sends you greetings, as does our brother Quartus.
ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου καὶ ὅλης τῆς ἐκκλησίας. ἀσπάζεται ὑμᾶς Ἔραστος ὁ οἰκονόμος τῆς πόλεως, καὶ Κούαρτος ὁ ἀδελφός.
25 Now to Him who is able to strengthen you by my gospel and by the proclamation of Jesus Christ, according to the revelation of the mystery concealed for ages past (aiōnios )
Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, (aiōnios )
26 but now revealed and made known through the writings of the prophets by the command of the eternal God, in order to lead all nations to the obedience that comes from faith — (aiōnios )
φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν, κατ᾽ ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ, εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, (aiōnios )
27 to the only wise God be glory forever through Jesus Christ! Amen. (aiōn )
μόνῳ σοφῷ θεῷ, διὰ Ἰησοῦ χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ. (aiōn )