< Mark 1 >
1 This is the beginning of the gospel of Jesus Christ, the Son of God.
Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ ⸀χριστοῦ
2 As it is written in Isaiah the prophet: “Behold, I will send My messenger ahead of You, who will prepare Your way.”
⸀Καθὼςγέγραπται ἐν ⸂τῷ Ἠσαΐᾳ τῷ προφήτῃ· ⸀Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν ⸀σου·
3 “A voice of one calling in the wilderness, ‘Prepare the way for the Lord, make straight paths for Him.’”
φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ,
4 John the Baptist appeared in the wilderness, preaching a baptism of repentance for the forgiveness of sins.
ἐγένετο Ἰωάννης ⸀ὁβαπτίζων ἐν τῇ ⸀ἐρήμῳκηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν.
5 People went out to him from all of Jerusalem and the countryside of Judea. Confessing their sins, they were baptized by him in the Jordan River.
καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται ⸂πάντες, καὶ ἐβαπτίζοντο⸃ ⸂ὑπʼ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ⸃ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.
6 John was clothed in camel’s hair, with a leather belt around his waist. His food was locusts and wild honey.
⸂καὶ ἦν ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἔσθων ἀκρίδας καὶ μέλι ἄγριον.
7 And he began to proclaim: “After me will come One more powerful than I, the straps of whose sandals I am not worthy to stoop down and untie.
καὶ ἐκήρυσσεν λέγων· Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ·
8 I baptize you with water, but He will baptize you with the Holy Spirit.”
⸀ἐγὼἐβάπτισα ⸀ὑμᾶςὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ⸀ἐνπνεύματι ἁγίῳ.
9 In those days Jesus came from Nazareth in Galilee and was baptized by John in the Jordan.
Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις ἦλθεν Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη ⸂εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου.
10 As soon as Jesus came up out of the water, He saw the heavens breaking open and the Spirit descending on Him like a dove.
καὶ ⸀εὐθὺςἀναβαίνων ⸀ἐκτοῦ ὕδατος εἶδεν σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ πνεῦμα ⸀ὡςπεριστερὰν καταβαῖνον ⸀εἰςαὐτόν·
11 And a voice came from heaven: “You are My beloved Son; in You I am well pleased.”
καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ⸀σοὶεὐδόκησα.
12 At once the Spirit drove Jesus into the wilderness,
Καὶ εὐθὺς τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον.
13 and He was there for forty days, being tempted by Satan. He was with the wild animals, and the angels ministered to Him.
καὶ ⸀ἦνἐν τῇ ἐρήμῳ ⸂τεσσεράκοντα ἡμέρας πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.
14 After the arrest of John, Jesus went into Galilee and proclaimed the gospel of God.
⸂Καὶ μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ ⸀εὐαγγέλιοντοῦ θεοῦ
15 “The time is fulfilled,” He said, “and the kingdom of God is near. Repent and believe in the gospel!”
καὶ λέγων ὅτι Πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ· μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.
16 As Jesus was walking beside the Sea of Galilee, He saw Simon and his brother Andrew. They were casting a net into the sea, for they were fishermen.
⸂Καὶ παράγων παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν Σίμωνα καὶ Ἀνδρέαν τὸν ⸀ἀδελφὸνΣίμωνος ⸀ἀμφιβάλλονταςἐν τῇ θαλάσσῃ, ἦσαν γὰρ ἁλιεῖς·
17 “Come, follow Me,” Jesus said, “and I will make you fishers of men.”
καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων.
18 And at once they left their nets and followed Him.
καὶ ⸀εὐθὺςἀφέντες τὰ ⸀δίκτυαἠκολούθησαν αὐτῷ.
19 Going on a little farther, He saw James son of Zebedee and his brother John. They were in a boat, mending their nets.
καὶ ⸀προβὰςὀλίγον εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα,
20 Immediately Jesus called them, and they left their father Zebedee in the boat with the hired men and followed Him.
καὶ ⸀εὐθὺςἐκάλεσεν αὐτούς. καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ.
21 Then Jesus and His companions went to Capernaum, and right away Jesus entered the synagogue on the Sabbath and began to teach.
Καὶ εἰσπορεύονται εἰς Καφαρναούμ. καὶ ⸀εὐθὺςτοῖς σάββασιν ⸂ἐδίδασκεν εἰς τὴν συναγωγήν.
22 The people were astonished at His teaching, because He taught as one who had authority, and not as the scribes.
καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς.
23 Suddenly a man with an unclean spirit cried out in the synagogue:
καὶ ⸀εὐθὺςἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ καὶ ἀνέκραξεν
24 “What do You want with us, Jesus of Nazareth? Have You come to destroy us? I know who You are—the Holy One of God!”
λέγων· ⸀Τίἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ.
25 But Jesus rebuked the spirit. “Be silent!” He said. “Come out of him!”
καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· Φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ.
26 At this, the unclean spirit threw the man into convulsions and came out with a loud shriek.
καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ ⸀φωνῆσανφωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ.
27 All the people were amazed and began to ask one another, “What is this? A new teaching with authority! He commands even the unclean spirits, and they obey Him!”
καὶ ἐθαμβήθησαν ⸀ἅπαντες ὥστε συζητεῖν ⸂πρὸς ἑαυτοὺς λέγοντας· Τί ἐστιν τοῦτο; ⸂διδαχὴ καινή· κατʼ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ.
28 And the news about Jesus spread quickly through the whole region of Galilee.
⸂καὶ ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ εὐθὺς ⸀πανταχοῦεἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.
29 As soon as Jesus and His companions had left the synagogue, they went with James and John to the home of Simon and Andrew.
Καὶ ⸀εὐθὺςἐκ τῆς συναγωγῆς ⸂ἐξελθόντες ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου μετὰ Ἰακώβου καὶ Ἰωάννου.
30 Simon’s mother-in-law was sick in bed with a fever, and they promptly told Jesus about her.
ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ ⸀εὐθὺςλέγουσιν αὐτῷ περὶ αὐτῆς.
31 So He went to her, took her by the hand, and helped her up. The fever left her, and she began to serve them.
καὶ προσελθὼν ἤγειρεν αὐτὴν κρατήσας τῆς ⸀χειρός καὶ ἀφῆκεν αὐτὴν ὁ ⸀πυρετός καὶ διηκόνει αὐτοῖς.
32 That evening, after sunset, people brought to Jesus all who were sick and demon-possessed,
Ὀψίας δὲ γενομένης, ὅτε ⸀ἔδυὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους·
33 and the whole town gathered at the door.
καὶ ⸂ἦν ὅλη ἡ πόλις ἐπισυνηγμένη πρὸς τὴν θύραν.
34 And He healed many who were ill with various diseases and drove out many demons. But He would not allow the demons to speak, because they knew who He was.
καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλεν, καὶ οὐκ ἤφιεν λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν ⸀αὐτόν
35 Early in the morning, while it was still dark, Jesus got up and slipped out to a solitary place to pray.
Καὶ πρωῒ ἔννυχα λίαν ἀναστὰς ἐξῆλθεν καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον κἀκεῖ προσηύχετο.
36 Simon and his companions went to look for Him,
καὶ ⸀κατεδίωξεναὐτὸν ⸀Σίμωνκαὶ οἱ μετʼ αὐτοῦ,
37 and when they found Him, they said, “Everyone is looking for You!”
καὶ ⸂εὗρον αὐτὸν καὶ λέγουσιν αὐτῷ ὅτι Πάντες ⸂ζητοῦσίν σε.
38 But Jesus answered, “Let us go on to the neighboring towns so I can preach there as well, for that is why I have come.”
καὶ λέγει αὐτοῖς· Ἄγωμεν ⸀ἀλλαχοῦεἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα καὶ ἐκεῖ κηρύξω, εἰς τοῦτο γὰρ ⸀ἐξῆλθον
39 So He went throughout Galilee, preaching in their synagogues and driving out demons.
καὶ ⸀ἦλθενκηρύσσων ⸂εἰς τὰς συναγωγὰς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων.
40 Then a leper came to Jesus, begging on his knees: “If You are willing, You can make me clean.”
Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν καὶ ⸀γονυπετῶνλέγων αὐτῷ ὅτι Ἐὰν θέλῃς δύνασαί με καθαρίσαι.
41 Moved with compassion, Jesus reached out His hand and touched the man. “I am willing,” He said. “Be clean!”
⸀καὶ⸀ὀργισθεὶςἐκτείνας τὴν χεῖρα ⸂αὐτοῦ ἥψατο καὶ λέγει αὐτῷ· Θέλω, καθαρίσθητι·
42 And immediately the leprosy left him, and the man was cleansed.
καὶ ⸀εὐθὺςἀπῆλθεν ἀπʼ αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη.
43 Jesus promptly sent him away with a stern warning:
καὶ ἐμβριμησάμενος αὐτῷ ⸀εὐθὺςἐξέβαλεν αὐτόν,
44 “See that you don’t tell anyone. But go, show yourself to the priest and present the offering Moses prescribed for your cleansing, as a testimony to them.”
καὶ λέγει αὐτῷ· Ὅρα μηδενὶ μηδὲν εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς.
45 But the man went out and openly began to proclaim and spread the news. Consequently, Jesus could no longer enter a town in plain view, but He stayed out in solitary places. Yet people came to Him from every quarter.
ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλὰ ἔξω ⸀ἐπʼἐρήμοις τόποις ἦν· καὶ ἤρχοντο πρὸς αὐτὸν ⸀πάντοθεν