< Luke 8 >

1 Soon afterward, Jesus traveled from one town and village to another, preaching and proclaiming the good news of the kingdom of God. The Twelve were with Him,
Καὶ ἐγένετο ἐν τῷ καθεξῆς, καὶ αὐτὸς διώδευεν κατὰ πόλιν καὶ κώμην, κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν Βασιλείαν τοῦ ˚Θεοῦ, καὶ οἱ δώδεκα σὺν αὐτῷ,
2 as well as some women who had been healed of evil spirits and infirmities: Mary called Magdalene, from whom seven demons had gone out,
καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν: Μαρία ἡ καλουμένη Μαγδαληνή, ἀφʼ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει,
3 Joanna the wife of Herod’s household manager Chuza, Susanna, and many others. These women were ministering to them out of their own means.
καὶ Ἰωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου, καὶ Σουσάννα, καὶ ἕτεραι πολλαί, αἵτινες διηκόνουν αὐτοῖς ἐκ τῶν ὑπαρχόντων αὐταῖς.
4 While a large crowd was gathering and people were coming to Jesus from town after town, He told them this parable:
Συνιόντος δὲ ὄχλου πολλοῦ καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτὸν, εἶπεν διὰ παραβολῆς:
5 “A farmer went out to sow his seed. And as he was sowing, some seed fell along the path, where it was trampled, and the birds of the air devoured it.
“Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. Καὶ ἐν τῷ σπείρειν αὐτὸν, ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό.
6 Some fell on rocky ground, and when it came up, the seedlings withered because they had no moisture.
Καὶ ἕτερον κατέπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα.
7 Other seed fell among thorns, which grew up with it and choked the seedlings.
Καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό.
8 Still other seed fell on good soil, where it sprang up and produced a crop—a hundredfold.” As Jesus said this, He called out, “He who has ears to hear, let him hear.”
Καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησεν καρπὸν ἑκατονταπλασίονα.” Ταῦτα λέγων, ἐφώνει, “Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.”
9 Then His disciples asked Him what this parable meant.
Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, “Τίς αὕτη εἴη ἡ παραβολή;”
10 He replied, “The knowledge of the mysteries of the kingdom of God has been given to you, but to others I speak in parables, so that, ‘though seeing, they may not see; though hearing, they may not understand.’
Ὁ δὲ εἶπεν, “Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς Βασιλείας τοῦ ˚Θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα ‘βλέποντες μὴ βλέπωσιν, καὶ ἀκούοντες μὴ συνιῶσιν’.
11 Now this is the meaning of the parable: The seed is the word of God.
Ἔστιν δὲ αὕτη ἡ παραβολή: ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ ˚Θεοῦ.
12 The seeds along the path are those who hear, but the devil comes and takes away the word from their hearts, so that they may not believe and be saved.
Οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούσαντες, εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν.
13 The seeds on rocky ground are those who hear the word and receive it with joy, but they have no root. They believe for a season, but in the time of testing, they fall away.
Οἱ δὲ ἐπὶ τῆς πέτρας, οἳ ὅταν ἀκούσωσιν μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσιν, καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται.
14 The seeds that fell among the thorns are those who hear, but as they go on their way, they are choked by the worries, riches, and pleasures of this life, and their fruit does not mature.
Τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν, καὶ πλούτου, καὶ ἡδονῶν τοῦ βίου, πορευόμενοι συμπνίγονται καὶ οὐ τελεσφοροῦσιν.
15 But the seeds on good soil are those with a noble and good heart, who hear the word, cling to it, and by persevering produce a crop.
Τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ, ἀκούσαντες τὸν λόγον κατέχουσιν, καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.
16 No one lights a lamp and covers it with a jar or puts it under a bed. Instead, he sets it on a stand, so those who enter can see the light.
Οὐδεὶς δὲ λύχνον ἅψας, καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλʼ ἐπὶ λυχνίας τίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσιν τὸ φῶς.
17 For there is nothing hidden that will not be disclosed, and nothing concealed that will not be made known and brought to light.
Οὐ γάρ ἐστιν κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται, οὐδὲ ἀπόκρυφον ὃ οὐ μὴ γνωσθῇ καὶ εἰς φανερὸν ἔλθῃ.
18 Pay attention, therefore, to how you listen. Whoever has will be given more, but whoever does not have, even what he thinks he has will be taken away from him.”
Βλέπετε οὖν πῶς ἀκούετε· ὃς ἂν γὰρ ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς ἂν μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπʼ αὐτοῦ.”
19 Then Jesus’ mother and brothers came to see Him, but they were unable to reach Him because of the crowd.
Παρεγένετο δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον.
20 He was told, “Your mother and brothers are standing outside, wanting to see You.”
Ἀπηγγέλη δὲ αὐτῷ, “Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου, ἑστήκασιν ἔξω ἰδεῖν θέλοντές σε.”
21 But He replied, “My mother and brothers are those who hear the word of God and carry it out.”
Ὁ δὲ ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς, “Μήτηρ μου καὶ ἀδελφοί μου, οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ ˚Θεοῦ ἀκούοντες καὶ ποιοῦντες.”
22 One day Jesus said to His disciples, “Let us cross to the other side of the lake.” So He got into a boat with them and set out.
Ἐγένετο δὲ ἐν μιᾷ τῶν ἡμερῶν, καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ εἶπεν πρὸς αὐτούς, “Διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης”. Καὶ ἀνήχθησαν.
23 As they sailed, He fell asleep, and a windstorm came down on the lake, so that the boat was being swamped, and they were in great danger.
Πλεόντων δὲ αὐτῶν, ἀφύπνωσεν. Καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην, καὶ συνεπληροῦντο καὶ ἐκινδύνευον.
24 The disciples went and woke Him, saying, “Master, Master, we are perishing!” Then Jesus got up and rebuked the wind and the raging waters, and they subsided, and all was calm.
Προσελθόντες δὲ, διήγειραν αὐτὸν λέγοντες, “Ἐπιστάτα, Ἐπιστάτα, ἀπολλύμεθα!” Ὁ δὲ διεγερθεὶς, ἐπετίμησεν τῷ ἀνέμῳ, καὶ τῷ κλύδωνι, τοῦ ὕδατος, καὶ ἐπαύσαντο καὶ ἐγένετο γαλήνη.
25 “Where is your faith?” He asked. Frightened and amazed, they asked one another, “Who is this? He commands even the winds and the water, and they obey Him!”
Εἶπεν δὲ αὐτοῖς, “Ποῦ ἡ πίστις ὑμῶν;” Φοβηθέντες δὲ, ἐθαύμασαν λέγοντες πρὸς ἀλλήλους, “Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι;” καὶ ὑπακούουσιν αὐτῷ;”
26 Then they sailed to the region of the Gerasenes, across the lake from Galilee.
Καὶ κατέπλευσαν εἰς τὴν χώραν τῶν Γερασηνῶν, ἥτις ἐστὶν ἀντιπέρα τῆς Γαλιλαίας.
27 When Jesus stepped ashore, He was met by a demon-possessed man from the town. For a long time this man had not worn clothing or lived in a house, but he stayed in the tombs.
Ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν, ὑπήντησεν ἀνήρ τις ἐκ τῆς πόλεως ἔχων δαιμόνια, καὶ χρόνῳ ἱκανῷ οὐκ ἐνεδύσατο ἱμάτιον, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλʼ ἐν τοῖς μνήμασιν.
28 When the man saw Jesus, he cried out and fell down before Him, shouting in a loud voice, “What do You want with me, Jesus, Son of the Most High God? I beg You not to torture me!”
Ἰδὼν δὲ τὸν ˚Ἰησοῦν, ἀνακράξας προσέπεσεν αὐτῷ, καὶ φωνῇ μεγάλῃ εἶπεν, “Τί ἐμοὶ καὶ σοί, ˚Ἰησοῦ, Υἱὲ τοῦ ˚Θεοῦ τοῦ Ὑψίστου; Δέομαί σου, μή με βασανίσῃς!”
29 For Jesus had commanded the unclean spirit to come out of the man. Many times it had seized him, and though he was bound with chains and shackles, he had broken the chains and been driven by the demon into solitary places.
Παρήγγειλεν γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. Πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσμεύετο ἁλύσεσιν καὶ πέδαις, φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ, ἠλαύνετο ὑπὸ τοῦ δαιμονίου εἰς τὰς ἐρήμους.
30 “What is your name?” Jesus asked. “Legion,” he replied, because many demons had gone into him.
Ἐπηρώτησεν δὲ αὐτὸν ὁ ˚Ἰησοῦς, “Τί σοι ὄνομά ἐστιν;” Ὁ δὲ εἶπεν, “Λεγεών”, ὅτι εἰσῆλθεν δαιμόνια πολλὰ εἰς αὐτόν.
31 And the demons kept begging Jesus not to order them to go into the Abyss. (Abyssos g12)
Καὶ παρεκάλουν αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν Ἄβυσσον ἀπελθεῖν. (Abyssos g12)
32 There on the hillside a large herd of pigs was feeding. So the demons begged Jesus to let them enter the pigs, and He gave them permission.
Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένη ἐν τῷ ὄρει, καὶ παρεκάλεσαν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν. Καὶ ἐπέτρεψεν αὐτοῖς.
33 Then the demons came out of the man and went into the pigs, and the herd rushed down the steep bank into the lake and was drowned.
Ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου, εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην, καὶ ἀπεπνίγη.
34 When those tending the pigs saw what had happened, they ran off and reported this in the town and countryside.
Ἰδόντες δὲ οἱ βόσκοντες, τὸ γεγονὸς, ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς.
35 So the people went out to see what had happened. They came to Jesus and found the man whom the demons had left, sitting at Jesus’ feet, clothed and in his right mind; and they were afraid.
Ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονὸς, καὶ ἦλθαν πρὸς τὸν ˚Ἰησοῦν, καὶ εὗραν καθήμενον τὸν ἄνθρωπον, ἀφʼ οὗ τὰ δαιμόνια ἐξῆλθεν, ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ ˚Ἰησοῦ, καὶ ἐφοβήθησαν.
36 Meanwhile, those who had seen it reported how the demon-possessed man had been healed.
Ἀπήγγειλαν δὲ αὐτοῖς οἱ ἰδόντες, πῶς ἐσώθη ὁ δαιμονισθείς.
37 Then all the people of the region of the Gerasenes asked Jesus to depart from them, because great fear had taken hold of them. So He got into the boat and started back.
Καὶ ἠρώτησεν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γερασηνῶν, ἀπελθεῖν ἀπʼ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο. Αὐτὸς δὲ ἐμβὰς, εἰς πλοῖον, ὑπέστρεψεν.
38 The man whom the demons had left begged to go with Jesus. But He sent him away, saying,
Ἐδεῖτο δὲ αὐτοῦ ὁ ἀνὴρ ἀφʼ οὗ ἐξεληλύθει τὰ δαιμόνια, εἶναι σὺν αὐτῷ. Ἀπέλυσεν δὲ αὐτὸν λέγων,
39 “Return home and describe how much God has done for you.” So the man went away and proclaimed all over the town how much Jesus had done for him.
“Ὑπόστρεφε εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσα σοι ἐποίησεν ὁ ˚Θεός.” Καὶ ἀπῆλθεν καθʼ ὅλην τὴν πόλιν, κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ ˚Ἰησοῦς.
40 When Jesus returned, the crowd welcomed Him, for they had all been waiting for Him.
Ἐν δὲ τῷ ὑποστρέφειν τὸν ˚Ἰησοῦν, ἀπεδέξατο αὐτὸν ὁ ὄχλος, ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν.
41 Just then a synagogue leader named Jairus came and fell at Jesus’ feet. He begged Him to come to his house,
Καὶ ἰδοὺ, ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάειρος, καὶ οὗτος ἄρχων τῆς συναγωγῆς ὑπῆρχεν, καὶ πεσὼν παρὰ τοὺς πόδας ˚Ἰησοῦ, παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ,
42 because his only daughter, who was about twelve, was dying. As Jesus went with him, the crowds pressed around Him,
ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ, ὡς ἐτῶν δώδεκα, καὶ αὐτὴ ἀπέθνῃσκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν, οἱ ὄχλοι συνέπνιγον αὐτόν.
43 including a woman who had suffered from bleeding for twelve years. She had spent all her money on physicians, but no one was able to heal her.
Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις οὐκ ἴσχυσεν ἀπʼ οὐδενὸς θεραπευθῆναι,
44 She came up behind Jesus and touched the fringe of His cloak, and immediately her bleeding stopped.
προσελθοῦσα ὄπισθεν, ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς.
45 “Who touched Me?” Jesus asked. But they all denied it. “Master,” said Peter, “the people are crowding and pressing against You.”
Καὶ εἶπεν ὁ ˚Ἰησοῦς, “Τίς ὁ ἁψάμενός μου;” Ἀρνουμένων δὲ πάντων, εἶπεν ὁ Πέτρος, “Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσίν σε καὶ ἀποθλίβουσιν.”
46 But Jesus declared, “Someone touched Me, for I know that power has gone out from Me.”
Ὁ δὲ ˚Ἰησοῦς εἶπεν, “Ἥψατό μού τις, ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξεληλυθυῖαν ἀπʼ ἐμοῦ.”
47 Then the woman, seeing that she could not escape notice, came trembling and fell down before Him. In the presence of all the people, she explained why she had touched Him and how she had immediately been healed.
Ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν, τρέμουσα ἦλθεν καὶ προσπεσοῦσα αὐτῷ, διʼ ἣν αἰτίαν ἥψατο αὐτοῦ, ἀπήγγειλεν ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα.
48 “Daughter,” said Jesus, “your faith has healed you. Go in peace.”
Ὁ δὲ εἶπεν αὐτῇ, “Θύγατερ, ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.”
49 While He was still speaking, someone arrived from the house of the synagogue leader. “Your daughter is dead,” he told Jairus. “Do not bother the Teacher anymore.”
Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου λέγων, ὅτι “Τέθνηκεν ἡ θυγάτηρ σου, μηκέτι σκύλλε τὸν διδάσκαλον.”
50 But Jesus overheard them and said to Jairus, “Do not be afraid; just believe, and she will be healed.”
Ὁ δὲ ˚Ἰησοῦς ἀκούσας, ἀπεκρίθη αὐτῷ, “Μὴ φοβοῦ, μόνον πίστευε, καὶ σωθήσεται.”
51 When He entered the house, He did not allow anyone to go in with Him except Peter, John, James, and the child’s father and mother.
Ἐλθὼν δὲ εἰς τὴν οἰκίαν, οὐκ ἀφῆκεν εἰσελθεῖν τινα σὺν αὐτῷ, εἰ μὴ Πέτρον, καὶ Ἰωάννην, καὶ Ἰάκωβον, καὶ τὸν πατέρα τῆς παιδὸς, καὶ τὴν μητέρα.
52 Meanwhile, everyone was weeping and mourning for her. But Jesus said, “Stop weeping; she is not dead but asleep.”
Ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. Ὁ δὲ εἶπεν, “Μὴ κλαίετε, οὐ γὰρ ἀπέθανεν, ἀλλὰ καθεύδει.”
53 And they laughed at Him, knowing that she was dead.
Καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν.
54 But Jesus took her by the hand and called out, “Child, get up!”
Αὐτὸς δὲ κρατήσας τῆς χειρὸς αὐτῆς, ἐφώνησεν λέγων, “Ἡ παῖς, ἔγειρε!”
55 Her spirit returned, and at once she got up. And He directed that she be given something to eat.
Καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν.
56 Her parents were astounded, but Jesus ordered them not to tell anyone what had happened.
Καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.

< Luke 8 >