< Lamentations 3 >
1 I am the man who has seen affliction under the rod of God’s wrath.
ἐγὼ ἀνὴρ ὁ βλέπων πτωχείαν ἐν ῥάβδῳ θυμοῦ αὐτοῦ ἐπ’ ἐμέ
2 He has driven me away and made me walk in darkness instead of light.
παρέλαβέν με καὶ ἀπήγαγεν εἰς σκότος καὶ οὐ φῶς
3 Indeed, He keeps turning His hand against me all day long.
πλὴν ἐν ἐμοὶ ἐπέστρεψεν χεῖρα αὐτοῦ ὅλην τὴν ἡμέραν
4 He has worn away my flesh and skin; He has shattered my bones.
ἐπαλαίωσεν σάρκας μου καὶ δέρμα μου ὀστέα μου συνέτριψεν
5 He has besieged me and surrounded me with bitterness and hardship.
ἀνῳκοδόμησεν κατ’ ἐμοῦ καὶ ἐκύκλωσεν κεφαλήν μου καὶ ἐμόχθησεν
6 He has made me dwell in darkness like those dead for ages.
ἐν σκοτεινοῖς ἐκάθισέν με ὡς νεκροὺς αἰῶνος
7 He has walled me in so I cannot escape; He has weighed me down with chains.
ἀνῳκοδόμησεν κατ’ ἐμοῦ καὶ οὐκ ἐξελεύσομαι ἐβάρυνεν χαλκόν μου
8 Even when I cry out and plead for help, He shuts out my prayer.
καί γε κεκράξομαι καὶ βοήσω ἀπέφραξεν προσευχήν μου
9 He has barred my ways with cut stones; He has made my paths crooked.
ἀνῳκοδόμησεν ὁδούς μου ἐνέφραξεν τρίβους μου ἐτάραξεν
10 He is a bear lying in wait, a lion hiding in ambush.
ἄρκος ἐνεδρεύουσα αὐτός μοι λέων ἐν κρυφαίοις
11 He forced me off my path and tore me to pieces; He left me without help.
κατεδίωξεν ἀφεστηκότα καὶ κατέπαυσέν με ἔθετό με ἠφανισμένην
12 He bent His bow and set me as the target for His arrow.
ἐνέτεινεν τόξον αὐτοῦ καὶ ἐστήλωσέν με ὡς σκοπὸν εἰς βέλος
13 He pierced my kidneys with His arrows.
εἰσήγαγεν τοῖς νεφροῖς μου ἰοὺς φαρέτρας αὐτοῦ
14 I am a laughingstock to all my people; they mock me in song all day long.
ἐγενήθην γέλως παντὶ λαῷ μου ψαλμὸς αὐτῶν ὅλην τὴν ἡμέραν
15 He has filled me with bitterness; He has intoxicated me with wormwood.
ἐχόρτασέν με πικρίας ἐμέθυσέν με χολῆς
16 He has ground my teeth with gravel and trampled me in the dust.
καὶ ἐξέβαλεν ψήφῳ ὀδόντας μου ἐψώμισέν με σποδόν
17 My soul has been deprived of peace; I have forgotten what prosperity is.
καὶ ἀπώσατο ἐξ εἰρήνης ψυχήν μου ἐπελαθόμην ἀγαθὰ
18 So I say, “My strength has perished, along with my hope from the LORD.”
καὶ εἶπα ἀπώλετο νεῖκός μου καὶ ἡ ἐλπίς μου ἀπὸ κυρίου
19 Remember my affliction and wandering, the wormwood and the gall.
ἐμνήσθην ἀπὸ πτωχείας μου καὶ ἐκ διωγμοῦ μου πικρίας καὶ χολῆς μου
20 Surely my soul remembers and is humbled within me.
μνησθήσεται καὶ καταδολεσχήσει ἐπ’ ἐμὲ ἡ ψυχή μου
21 Yet I call this to mind, and therefore I have hope:
ταύτην τάξω εἰς τὴν καρδίαν μου διὰ τοῦτο ὑπομενῶ
22 Because of the loving devotion of the LORD we are not consumed, for His mercies never fail.
23 They are new every morning; great is Your faithfulness!
24 “The LORD is my portion,” says my soul, “therefore I will hope in Him.”
25 The LORD is good to those who wait for Him, to the soul who seeks Him.
ἀγαθὸς κύριος τοῖς ὑπομένουσιν αὐτόν ψυχῇ ἣ ζητήσει αὐτὸν ἀγαθὸν
26 It is good to wait quietly for the salvation of the LORD.
καὶ ὑπομενεῖ καὶ ἡσυχάσει εἰς τὸ σωτήριον κυρίου
27 It is good for a man to bear the yoke while he is still young.
ἀγαθὸν ἀνδρὶ ὅταν ἄρῃ ζυγὸν ἐν νεότητι αὐτοῦ
28 Let him sit alone in silence, for God has disciplined him.
καθήσεται κατὰ μόνας καὶ σιωπήσεται ὅτι ἦρεν ἐφ’ ἑαυτῷ
29 Let him bury his face in the dust— perhaps there is still hope.
30 Let him offer his cheek to the one who would strike him; let him be filled with reproach.
δώσει τῷ παίοντι αὐτὸν σιαγόνα χορτασθήσεται ὀνειδισμῶν
31 For the Lord will not cast us off forever.
ὅτι οὐκ εἰς τὸν αἰῶνα ἀπώσεται κύριος
32 Even if He causes grief, He will show compassion according to His abundant loving devotion.
ὅτι ὁ ταπεινώσας οἰκτιρήσει κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ
33 For He does not willingly afflict or grieve the sons of men.
ὅτι οὐκ ἀπεκρίθη ἀπὸ καρδίας αὐτοῦ καὶ ἐταπείνωσεν υἱοὺς ἀνδρός
34 To crush underfoot all the prisoners of the land,
τοῦ ταπεινῶσαι ὑπὸ τοὺς πόδας αὐτοῦ πάντας δεσμίους γῆς
35 to deny a man justice before the Most High,
τοῦ ἐκκλῖναι κρίσιν ἀνδρὸς κατέναντι προσώπου ὑψίστου
36 to subvert a man in his lawsuit— of these the Lord does not approve.
καταδικάσαι ἄνθρωπον ἐν τῷ κρίνεσθαι αὐτὸν κύριος οὐκ εἶπεν
37 Who has spoken and it came to pass, unless the Lord has ordained it?
τίς οὕτως εἶπεν καὶ ἐγενήθη κύριος οὐκ ἐνετείλατο
38 Do not both adversity and good come from the mouth of the Most High?
ἐκ στόματος ὑψίστου οὐκ ἐξελεύσεται τὰ κακὰ καὶ τὸ ἀγαθόν
39 Why should any mortal man complain, in view of his sins?
τί γογγύσει ἄνθρωπος ζῶν ἀνὴρ περὶ τῆς ἁμαρτίας αὐτοῦ
40 Let us examine and test our ways, and turn back to the LORD.
ἐξηρευνήθη ἡ ὁδὸς ἡμῶν καὶ ἠτάσθη καὶ ἐπιστρέψωμεν ἕως κυρίου
41 Let us lift up our hearts and hands to God in heaven:
ἀναλάβωμεν καρδίας ἡμῶν ἐπὶ χειρῶν πρὸς ὑψηλὸν ἐν οὐρανῷ
42 “We have sinned and rebelled; You have not forgiven.”
ἡμαρτήσαμεν ἠσεβήσαμεν καὶ οὐχ ἱλάσθης
43 You have covered Yourself in anger and pursued us; You have killed without pity.
ἐπεσκέπασας ἐν θυμῷ καὶ ἀπεδίωξας ἡμᾶς ἀπέκτεινας οὐκ ἐφείσω
44 You have covered Yourself with a cloud that no prayer can pass through.
ἐπεσκέπασας νεφέλην σεαυτῷ εἵνεκεν προσευχῆς
45 You have made us scum and refuse among the nations.
καμμύσαι με καὶ ἀπωσθῆναι ἔθηκας ἡμᾶς ἐν μέσῳ τῶν λαῶν
46 All our enemies open their mouths against us.
διήνοιξαν ἐφ’ ἡμᾶς τὸ στόμα αὐτῶν πάντες οἱ ἐχθροὶ ἡμῶν
47 Panic and pitfall have come upon us— devastation and destruction.
φόβος καὶ θυμὸς ἐγενήθη ἡμῖν ἔπαρσις καὶ συντριβή
48 Streams of tears flow from my eyes over the destruction of the daughter of my people.
ἀφέσεις ὑδάτων κατάξει ὁ ὀφθαλμός μου ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μου
49 My eyes overflow unceasingly, without relief,
ὁ ὀφθαλμός μου κατεπόθη καὶ οὐ σιγήσομαι τοῦ μὴ εἶναι ἔκνηψιν
50 until the LORD looks down from heaven and sees.
ἕως οὗ διακύψῃ καὶ ἴδῃ κύριος ἐξ οὐρανοῦ
51 My eyes bring grief to my soul because of all the daughters of my city.
ὁ ὀφθαλμός μου ἐπιφυλλιεῖ ἐπὶ τὴν ψυχήν μου παρὰ πάσας θυγατέρας πόλεως
52 Without cause my enemies hunted me like a bird.
θηρεύοντες ἐθήρευσάν με ὡς στρουθίον οἱ ἐχθροί μου δωρεάν
53 They dropped me alive into a pit and cast stones upon me.
ἐθανάτωσαν ἐν λάκκῳ ζωήν μου καὶ ἐπέθηκαν λίθον ἐπ’ ἐμοί
54 The waters flowed over my head, and I thought I was going to die.
ὑπερεχύθη ὕδωρ ἐπὶ κεφαλήν μου εἶπα ἀπῶσμαι
55 I called on Your name, O LORD, out of the depths of the Pit.
ἐπεκαλεσάμην τὸ ὄνομά σου κύριε ἐκ λάκκου κατωτάτου
56 You heard my plea: “Do not ignore my cry for relief.”
φωνήν μου ἤκουσας μὴ κρύψῃς τὰ ὦτά σου εἰς τὴν δέησίν μου
57 You drew near when I called on You; You said, “Do not be afraid.”
εἰς τὴν βοήθειάν μου ἤγγισας ἐν ᾗ σε ἡμέρᾳ ἐπεκαλεσάμην εἶπάς μοι μὴ φοβοῦ
58 You defend my cause, O Lord; You redeem my life.
ἐδίκασας κύριε τὰς δίκας τῆς ψυχῆς μου ἐλυτρώσω τὴν ζωήν μου
59 You have seen, O LORD, the wrong done to me; vindicate my cause!
εἶδες κύριε τὰς ταραχάς μου ἔκρινας τὴν κρίσιν μου
60 You have seen all their malice, all their plots against me.
εἶδες πᾶσαν τὴν ἐκδίκησιν αὐτῶν εἰς πάντας διαλογισμοὺς αὐτῶν ἐν ἐμοί
61 O LORD, You have heard their insults, all their plots against me—
ἤκουσας τὸν ὀνειδισμὸν αὐτῶν πάντας τοὺς διαλογισμοὺς αὐτῶν κατ’ ἐμοῦ
62 the slander and murmuring of my assailants against me all day long.
χείλη ἐπανιστανομένων μοι καὶ μελέτας αὐτῶν κατ’ ἐμοῦ ὅλην τὴν ἡμέραν
63 When they sit and when they rise, see how they mock me in song.
καθέδραν αὐτῶν καὶ ἀνάστασιν αὐτῶν ἐπίβλεψον ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτῶν
64 You will pay them back what they deserve, O LORD, according to the work of their hands.
ἀποδώσεις αὐτοῖς ἀνταπόδομα κύριε κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν
65 Put a veil of anguish over their hearts; may Your curse be upon them!
ἀποδώσεις αὐτοῖς ὑπερασπισμὸν καρδίας μόχθον σου αὐτοῖς
66 You will pursue them in anger and exterminate them from under Your heavens, O LORD.
καταδιώξεις ἐν ὀργῇ καὶ ἐξαναλώσεις αὐτοὺς ὑποκάτω τοῦ οὐρανοῦ κύριε