< John 1 >

1 In the beginning was the Word, and the Word was with God, and the Word was God.
Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν ˚Θεόν, καὶ ˚Θεὸς ἦν ὁ λόγος.
2 He was with God in the beginning.
Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν ˚Θεόν.
3 Through Him all things were made, and without Him nothing was made that has been made.
Πάντα διʼ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν.
4 In Him was life, and that life was the light of men.
Ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων.
5 The Light shines in the darkness, and the darkness has not overcome it.
Καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.
6 There came a man who was sent from God. His name was John.
Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ ˚Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης.
7 He came as a witness to testify about the Light, so that through him everyone might believe.
Οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν διʼ αὐτοῦ.
8 He himself was not the Light, but he came to testify about the Light.
Οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλʼ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.
9 The true Light who gives light to every man was coming into the world.
Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον.
10 He was in the world, and though the world was made through Him, the world did not recognize Him.
Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος διʼ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.
11 He came to His own, and His own did not receive Him.
Εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.
12 But to all who did receive Him, to those who believed in His name, He gave the right to become children of God—
Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα ˚Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ,
13 children born not of blood, nor of the desire or will of man, but born of God.
οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλʼ ἐκ ˚Θεοῦ ἐγεννήθησαν.
14 The Word became flesh and made His dwelling among us. We have seen His glory, the glory of the one and only Son from the Father, full of grace and truth.
Καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας.
15 John testified concerning Him. He cried out, saying, “This is He of whom I said, ‘He who comes after me has surpassed me because He was before me.’”
Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγεν λέγων, “Οὗτος ἦν ὃν εἶπον, ‘Ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.’”
16 From His fullness we have all received grace upon grace.
Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ, ἡμεῖς πάντες ἐλάβομεν καὶ χάριν ἀντὶ χάριτος.
17 For the law was given through Moses; grace and truth came through Jesus Christ.
Ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ ˚Ἰησοῦ ˚Χριστοῦ ἐγένετο.
18 No one has ever seen God, but the one and only Son, who is Himself God and is at the Father’s side, has made Him known.
˚Θεὸν οὐδεὶς ἑώρακεν πώποτε· μονογενὴς ˚Θεὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο.
19 And this was John’s testimony when the Jews of Jerusalem sent priests and Levites to ask him, “Who are you?”
Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου, ὅτε ἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευίτας, ἵνα ἐρωτήσωσιν αὐτόν, “Σὺ τίς εἶ;”
20 He did not refuse to confess, but openly declared, “I am not the Christ.”
Καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο, καὶ ὡμολόγησεν, ὅτι “Ἐγὼ οὐκ εἰμὶ ὁ ˚Χριστός.”
21 “Then who are you?” they inquired. “Are you Elijah?” He said, “I am not.” “Are you the Prophet?” He answered, “No.”
Καὶ ἠρώτησαν αὐτόν, “Τί οὖν; Σὺ Ἠλίας εἶ;” Καὶ λέγει, “Οὐκ εἰμί.” “Ὁ προφήτης εἶ σύ;” Καὶ ἀπεκρίθη, “Οὔ.”
22 So they said to him, “Who are you? We need an answer for those who sent us. What do you say about yourself?”
Εἶπαν οὖν αὐτῷ, “Τίς εἶ; Ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς. Τί λέγεις περὶ σεαυτοῦ;”
23 John replied in the words of Isaiah the prophet: “I am a voice of one calling in the wilderness, ‘Make straight the way for the Lord.’”
Ἔφη, “Ἐγὼ ‘Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ: “Εὐθύνατε τὴν ὁδὸν ˚Κυρίου”’, καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης.”
24 Then the Pharisees who had been sent
Καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων.
25 asked him, “Why then do you baptize, if you are not the Christ, nor Elijah, nor the Prophet?”
Καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ, “Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ ˚Χριστὸς, οὐδὲ Ἠλίας, οὐδὲ ὁ προφήτης;”
26 “I baptize with water,” John replied, “but among you stands One you do not know.
Ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων, “Ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε,
27 He is the One who comes after me, the straps of whose sandals I am not worthy to untie.”
ὁ ὀπίσω μου ἐρχόμενος, οὗ οὐκ εἰμὶ ἐγὼ ἄξιος, ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.”
28 All this happened at Bethany beyond the Jordan, where John was baptizing.
Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο, πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν ὁ Ἰωάννης βαπτίζων.
29 The next day John saw Jesus coming toward him and said, “Look, the Lamb of God, who takes away the sin of the world!
Τῇ ἐπαύριον βλέπει τὸν ˚Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει, “Ἴδε, ὁ Ἀμνὸς τοῦ ˚Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.
30 This is He of whom I said, ‘A man who comes after me has surpassed me because He was before me.’
Οὗτός ἐστιν ὑπὲρ οὗ ἐγὼ εἶπον, ‘Ὀπίσω μου ἔρχεται ἀνὴρ, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.’
31 I myself did not know Him, but the reason I came baptizing with water was that He might be revealed to Israel.”
Κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλʼ ἵνα φανερωθῇ τῷ Ἰσραὴλ διὰ τοῦτο, ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων.”
32 Then John testified, “I saw the Spirit descending from heaven like a dove and resting on Him.
Καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων, ὅτι “Τεθέαμαι τὸ ˚Πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπʼ αὐτόν.
33 I myself did not know Him, but the One who sent me to baptize with water told me, ‘The man on whom you see the Spirit descend and rest is He who will baptize with the Holy Spirit.’
Κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλʼ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν, ‘Ἐφʼ ὃν ἂν ἴδῃς τὸ ˚Πνεῦμα καταβαῖνον καὶ μένον ἐπʼ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν ˚Πνεύματι Ἁγίῳ.’
34 I have seen and testified that this is the Son of God.”
Κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ ˚Θεοῦ.”
35 The next day John was there again with two of his disciples.
Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης, καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο.
36 When he saw Jesus walking by, he said, “Look, the Lamb of God!”
Καὶ ἐμβλέψας τῷ ˚Ἰησοῦ περιπατοῦντι λέγει, “Ἴδε, ὁ Ἀμνὸς τοῦ ˚Θεοῦ!”
37 And when the two disciples heard him say this, they followed Jesus.
Καὶ ἤκουσαν οἱ δύο αὐτοῦ μαθηταὶ λαλοῦντος, καὶ ἠκολούθησαν τῷ ˚Ἰησοῦ.
38 Jesus turned and saw them following. “What do you want?” He asked. They said to Him, “Rabbi” (which means Teacher), “where are You staying?”
Στραφεὶς δὲ ὁ ˚Ἰησοῦς, καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας, λέγει αὐτοῖς, “Τί ζητεῖτε;” Οἱ δὲ εἶπαν αὐτῷ, “Ῥαββί” (ὃ λέγεται μεθερμηνευόμενον, “Διδάσκαλε”), “Ποῦ μένεις;”
39 “Come and see,” He replied. So they went and saw where He was staying, and spent that day with Him. It was about the tenth hour.
Λέγει αὐτοῖς, “Ἔρχεσθε καὶ ὄψεσθε.” Ἦλθαν οὖν καὶ εἶδαν ποῦ μένει, καὶ παρʼ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη.
40 Andrew, Simon Peter’s brother, was one of the two who heard John’s testimony and followed Jesus.
Ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου, εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου, καὶ ἀκολουθησάντων αὐτῷ.
41 He first found his brother Simon and told him, “We have found the Messiah” (which is translated as Christ).
Εὑρίσκει οὗτος πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα, καὶ λέγει αὐτῷ, “Εὑρήκαμεν τὸν Μεσσίαν”, (ὅ ἐστιν μεθερμηνευόμενον, “˚Χριστός”).
42 Andrew brought him to Jesus, who looked at him and said, “You are Simon son of John. You will be called Cephas” (which is translated as Peter).
ἤγαγεν αὐτὸν πρὸς τὸν ˚Ἰησοῦν. Ἐμβλέψας αὐτῷ, ὁ ˚Ἰησοῦς εἶπεν, “Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωάννου, σὺ κληθήσῃ Κηφᾶς”, (ὃ ἑρμηνεύεται, “Πέτρος”).
43 The next day Jesus decided to set out for Galilee. Finding Philip, He told him, “Follow Me.”
Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν. Καὶ εὑρίσκει Φίλιππον, καὶ λέγει αὐτῷ ὁ ˚Ἰησοῦς, “Ἀκολούθει μοι.”
44 Now Philip was from Bethsaida, the same town as Andrew and Peter.
Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου.
45 Philip found Nathanael and told him, “We have found the One Moses wrote about in the Law, the One the prophets foretold—Jesus of Nazareth, the son of Joseph.”
Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ, καὶ λέγει αὐτῷ, “Ὃν ἔγραψεν Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν ˚Ἰησοῦν υἱὸν τοῦ Ἰωσὴφ, τὸν ἀπὸ Ναζαρέτ.”
46 “Can anything good come from Nazareth?” Nathanael asked. “Come and see,” said Philip.
Καὶ εἶπεν αὐτῷ Ναθαναήλ, “Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι;” Λέγει αὐτῷ ὁ Φίλιππος, “Ἔρχου καὶ ἴδε.”
47 When Jesus saw Nathanael approaching, He said of him, “Here is a true Israelite, in whom there is no deceit.”
Εἶδεν ὁ ˚Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ, “Ἴδε, ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστιν.”
48 “How do You know me?” Nathanael asked. Jesus replied, “Before Philip called you, I saw you under the fig tree.”
Λέγει αὐτῷ Ναθαναήλ, “Πόθεν με γινώσκεις;” Ἀπεκρίθη ˚Ἰησοῦς καὶ εἶπεν αὐτῷ, “Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν, εἶδόν σε.”
49 “Rabbi,” Nathanael answered, “You are the Son of God! You are the King of Israel!”
Ἀπεκρίθη αὐτῷ Ναθαναήλ, “Ῥαββί, σὺ εἶ ὁ Υἱὸς τοῦ ˚Θεοῦ, σὺ Βασιλεὺς εἶ τοῦ Ἰσραήλ.”
50 Jesus said to him, “Do you believe just because I told you I saw you under the fig tree? You will see greater things than these.”
Ἀπεκρίθη ˚Ἰησοῦς καὶ εἶπεν αὐτῷ, “Ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; Μείζω τούτων ὄψῃ.”
51 Then He declared, “Truly, truly, I tell you, you will all see heaven open and the angels of God ascending and descending on the Son of Man.”
Καὶ λέγει αὐτῷ, “Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ ˚Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν Υἱὸν τοῦ Ἀνθρώπου.”

< John 1 >