< John 8 >

1 But Jesus went to the Mount of Olives.
Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν Ἐλαιῶν.
2 Early in the morning He went back into the temple courts. All the people came to Him, and He sat down to teach them.
Ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν, καὶ πᾶς ὁ λαὸς ἤρχετο· καὶ καθίσας ἐδίδασκεν αὐτούς.
3 The scribes and Pharisees, however, brought to Him a woman caught in adultery. They made her stand before them
ἄγουσιν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι πρὸς αὐτὸν γυναῖκα ἐν μοιχείᾳ καταλήφθεισαν· καὶ στήσαντες αὐτὴν ἐν μέσῳ,
4 and said, “Teacher, this woman was caught in the act of adultery.
λέγουσιν αὐτῷ, πειράζοντες· Διδάσκαλε, αὕτη ἡ γυνὴ κατελήφθη ἐπʼ αὐτοφόρῳ μοιχευομένη.
5 In the Law Moses commanded us to stone such a woman. So what do You say?”
ἐν δὲ τῷ νόμῳ Μωσῆς ἡμῖν ἐνετείλατο τὰς τοιαύτας λιθοβολεῖσθαι· σὺ οὖν τί λέγεις;
6 They said this to test Him, in order to have a basis for accusing Him. But Jesus bent down and began to write on the ground with His finger.
τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν, ἵνα ἔχωσιν κατηγορεῖν αὐτοῦ. ὁ δὲ Ἰησοῦς κάτω κύψας, τῷ δακτύλῳ ἔγραφεν εἰς τὴν γῆν, μὴ προσποιούμενος.
7 When they continued to question Him, He straightened up and said to them, “Let him who is without sin among you be the first to cast a stone at her.”
ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν, ἀνακύψας εἶπεν πρὸς αὐτούς· Ὁ ἀναμάρτητος ὑμῶν, πρῶτον ἐπʼ αὐτὴν τὸν λίθον βαλέτω.
8 And again He bent down and wrote on the ground.
καὶ πάλιν κάτω κύψας ἔγραφεν εἰς τὴν γῆν.
9 When they heard this, they began to go away one by one, beginning with the older ones, until only Jesus was left, with the woman standing there.
οἱ δέ, ἀκούσαντες, καὶ ὑπὸ τῆς συνειδήσεως ἐλεγχόμενοι, ἐξήρχοντο εἷς καθʼ εἷς, ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων· καὶ κατελείφθη μόνος ὁ Ἰησοῦς, καὶ ἡ γυνὴ ἐν μέσῳ οὖσα.
10 Then Jesus straightened up and asked her, “Woman, where are your accusers? Has no one condemned you?”
ἀνακύψας δὲ ὁ Ἰησοῦς, καὶ μηδένα θεασάμενος πλὴν τὴς γυναικός, εἶπεν αὐτῇ· Ποῦ εἰσιν ἐκεῖνοι οἱ κατήγοροί σου; Οὐδείς σε κατέκρινεν;
11 “No one, Lord,” she answered. “Then neither do I condemn you,” Jesus declared. “Now go and sin no more.”
ἡ δὲ εἶπεν· Οὐδείς, κύριε. εἶπεν δὲ ὁ Ἰησοῦς· Οὐδὲ ἐγώ σε κρίνω· πορεύου καὶ μηκέτι ἁμάρτανε.⟧
12 Once again, Jesus spoke to the people and said, “I am the light of the world. Whoever follows Me will never walk in the darkness, but will have the light of life.”
Πάλιν οὖν αὐτοῖς ⸂ἐλάλησεν ὁ Ἰησοῦς λέγων· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ⸀ἐμοὶοὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλʼ ἕξει τὸ φῶς τῆς ζωῆς.
13 So the Pharisees said to Him, “You are testifying about Yourself; Your testimony is not valid.”
εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι· Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής.
14 Jesus replied, “Even if I testify about Myself, My testimony is valid, because I know where I came from and where I am going. But you do not know where I came from or where I am going.
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω· ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι ⸀ἢποῦ ὑπάγω.
15 You judge according to the flesh; I judge no one.
ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, ἐγὼ οὐ κρίνω οὐδένα.
16 But even if I do judge, My judgment is true, because I am not alone; I am with the Father who sent Me.
καὶ ἐὰν κρίνω δὲ ἐγώ, ἡ κρίσις ἡ ἐμὴ ⸀ἀληθινήἐστιν, ὅτι μόνος οὐκ εἰμί, ἀλλʼ ἐγὼ καὶ ὁ πέμψας με πατήρ.
17 Even in your own Law it is written that the testimony of two men is valid.
καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν.
18 I am One who testifies about Myself, and the Father, who sent Me, also testifies about Me.”
ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με πατήρ.
19 “Where is Your Father?” they asked Him. “You do not know Me or My Father,” Jesus answered. “If you knew Me, you would know My Father as well.”
ἔλεγον οὖν αὐτῷ· Ποῦ ἐστιν ὁ πατήρ σου; ἀπεκρίθη Ἰησοῦς· Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ⸂ἂν ᾔδειτε.
20 He spoke these words while teaching in the temple courts, near the treasury. Yet no one seized Him, because His hour had not yet come.
ταῦτα τὰ ῥήματα ⸀ἐλάλησενἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.
21 Again He said to them, “I am going away, and you will look for Me, but you will die in your sin. Where I am going, you cannot come.”
Εἶπεν οὖν πάλιν ⸀αὐτοῖς Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.
22 So the Jews began to ask, “Will He kill Himself, since He says, ‘Where I am going, you cannot come’?”
ἔλεγον οὖν οἱ Ἰουδαῖοι· Μήτι ἀποκτενεῖ ἑαυτὸν ὅτι λέγει· Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;
23 Then He told them, “You are from below; I am from above. You are of this world; I am not of this world.
καὶ ⸀ἔλεγεναὐτοῖς· Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ὑμεῖς ἐκ ⸂τούτου τοῦ κόσμου ἐστέ, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου.
24 That is why I told you that you would die in your sins. For unless you believe that I am He, you will die in your sins.”
εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν.
25 “Who are You?” they asked. “Just what I have been telling you from the beginning,” Jesus replied.
ἔλεγον οὖν αὐτῷ· Σὺ τίς εἶ; ⸀εἶπεναὐτοῖς ὁ Ἰησοῦς· Τὴν ἀρχὴν ⸂ὅ τι καὶ λαλῶ ὑμῖν;
26 “I have much to say about you and much to judge. But the One who sent Me is truthful, and what I have heard from Him, I tell the world.”
πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν· ἀλλʼ ὁ πέμψας με ἀληθής ἐστιν, κἀγὼ ἃ ἤκουσα παρʼ αὐτοῦ ταῦτα ⸀λαλῶεἰς τὸν κόσμον.
27 They did not understand that He was telling them about the Father.
οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν.
28 So Jesus said, “When you have lifted up the Son of Man, then you will know that I am He, and that I do nothing on My own, but speak exactly what the Father has taught Me.
εἶπεν ⸀οὖνὁ Ἰησοῦς· Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι, καὶ ἀπʼ ἐμαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ ⸀πατὴρταῦτα λαλῶ.
29 He who sent Me is with Me. He has not left Me alone, because I always do what pleases Him.”
καὶ ὁ πέμψας με μετʼ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέν με ⸀μόνον ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε.
30 As Jesus spoke these things, many believed in Him.
ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν.
31 So He said to the Jews who had believed Him, “If you continue in My word, you are truly My disciples.
Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε,
32 Then you will know the truth, and the truth will set you free.”
καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς.
33 “We are Abraham’s descendants,” they answered. “We have never been slaves to anyone. How can You say we will be set free?”
ἀπεκρίθησαν ⸂πρὸς αὐτόν· Σπέρμα Ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι Ἐλεύθεροι γενήσεσθε;
34 Jesus replied, “Truly, truly, I tell you, everyone who sins is a slave to sin.
Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας·
35 A slave is not a permanent member of the family, but a son belongs to it forever. (aiōn g165)
ὁδὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ⸀ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα. (aiōn g165)
36 So if the Son sets you free, you will be free indeed.
ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε.
37 I know you are Abraham’s descendants, but you are trying to kill Me because My word has no place within you.
οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν.
38 I speak of what I have seen in the presence of the Father, and you do what you have heard from your father.”
⸂ἃ ἐγὼ ἑώρακα παρὰ τῷ ⸀πατρὶλαλῶ· καὶ ὑμεῖς οὖν ⸂ἃ ἠκούσατε παρὰ ⸂τοῦ πατρὸς ποιεῖτε.
39 “Abraham is our father,” they replied. “If you were children of Abraham,” said Jesus, “you would do the works of Abraham.
Ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Εἰ τέκνα τοῦ Ἀβραάμ ⸀ἐστε τὰ ἔργα τοῦ Ἀβραὰμ ⸀ἐποιεῖτε
40 But now you are trying to kill Me, a man who has told you the truth that I heard from God. Abraham never did such a thing.
νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα ἣν ἤκουσα παρὰ τοῦ θεοῦ· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν.
41 You are doing the works of your father.” “We are not illegitimate children,” they declared. “Our only Father is God Himself.”
ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. ⸀εἶπαναὐτῷ· Ἡμεῖς ἐκ πορνείας ⸂οὐ γεγεννήμεθα· ἕνα πατέρα ἔχομεν τὸν θεόν.
42 Jesus said to them, “If God were your Father, you would love Me, for I have come here from God. I have not come on My own, but He sent Me.
⸀εἶπεναὐτοῖς ὁ Ἰησοῦς· Εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν ἠγαπᾶτε ἂν ἐμέ, ἐγὼ γὰρ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπʼ ἐμαυτοῦ ἐλήλυθα, ἀλλʼ ἐκεῖνός με ἀπέστειλεν.
43 Why do you not understand what I am saying? It is because you are unable to accept My message.
διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν.
44 You belong to your father, the devil, and you want to carry out his desires. He was a murderer from the beginning, refusing to uphold the truth, because there is no truth in him. When he lies, he speaks his native language, because he is a liar and the father of lies.
ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπʼ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ ⸂οὐκ ἔστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ. ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ.
45 But because I speak the truth, you do not believe Me!
ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι.
46 Which of you can prove Me guilty of sin? If I speak the truth, why do you not believe Me?
τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; ⸀εἰἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι;
47 Whoever belongs to God hears the words of God. The reason you do not hear is that you do not belong to God.”
ὁ ὢν ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε ὅτι ἐκ τοῦ θεοῦ οὐκ ἐστέ.
48 The Jews answered Him, “Are we not right to say that You are a Samaritan and You have a demon?”
⸀Ἀπεκρίθησανοἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ· Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρίτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις;
49 “I do not have a demon,” Jesus replied, “but I honor My Father, and you dishonor Me.
ἀπεκρίθη Ἰησοῦς· Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με.
50 I do not seek My own glory. There is One who seeks it, and He is the Judge.
ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων.
51 Truly, truly, I tell you, if anyone keeps My word, he will never see death.” (aiōn g165)
ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν ⸂ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα. (aiōn g165)
52 “Now we know that You have a demon!” declared the Jews. “Abraham died, and so did the prophets, yet You say that anyone who keeps Your word will never taste death. (aiōn g165)
⸀εἶποναὐτῷ οἱ Ἰουδαῖοι· Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται, καὶ σὺ λέγεις· Ἐάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα· (aiōn g165)
53 Are You greater than our father Abraham? He died, as did the prophets. Who do You claim to be?”
μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανεν; καὶ οἱ προφῆται ἀπέθανον· τίνα ⸀σεαυτὸνποιεῖς;
54 Jesus answered, “If I glorify Myself, My glory means nothing. The One who glorifies Me is My Father, of whom you say ‘He is our God.’
ἀπεκρίθη Ἰησοῦς· Ἐὰν ἐγὼ ⸀δοξάσωἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι θεὸς ⸀ἡμῶνἐστιν,
55 You do not know Him, but I know Him. If I said I did not know Him, I would be a liar like you. But I do know Him, and I keep His word.
καὶ οὐκ ἐγνώκατε αὐτόν, ἐγὼ δὲ οἶδα αὐτόν· κἂν εἴπω ὅτι οὐκ οἶδα αὐτόν, ἔσομαι ὅμοιος ⸀ὑμῖνψεύστης· ἀλλὰ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ.
56 Your father Abraham rejoiced that he would see My day. He saw it and was glad.”
Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη.
57 Then the Jews said to Him, “You are not yet fifty years old, and You have seen Abraham?”
εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν· Πεντήκοντα ἔτη οὔπω ἔχεις καὶ Ἀβραὰμ ἑώρακας;
58 “Truly, truly, I tell you,” Jesus declared, “before Abraham was born, I am!”
εἶπεν ⸀αὐτοῖςἸησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγὼ εἰμί.
59 At this, they picked up stones to throw at Him. But Jesus was hidden and went out of the temple area.
ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπʼ αὐτόν· Ἰησοῦς δὲ ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ⸀ἱεροῦ

< John 8 >