< Job 18 >
1 Then Bildad the Shuhite replied:
ὑπολαβὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει
2 “How long until you end these speeches? Show some sense, and then we can talk.
μέχρι τίνος οὐ παύσῃ ἐπίσχες ἵνα καὶ αὐτοὶ λαλήσωμεν
3 Why are we regarded as cattle, as stupid in your sight?
διὰ τί ὥσπερ τετράποδα σεσιωπήκαμεν ἐναντίον σου
4 You who tear yourself in anger— should the earth be forsaken on your account, or the rocks be moved from their place?
κέχρηταί σοι ὀργή τί γάρ ἐὰν σὺ ἀποθάνῃς ἀοίκητος ἡ ὑπ’ οὐρανόν ἢ καταστραφήσεται ὄρη ἐκ θεμελίων
5 Indeed, the lamp of the wicked is extinguished; the flame of his fire does not glow.
καὶ φῶς ἀσεβῶν σβεσθήσεται καὶ οὐκ ἀποβήσεται αὐτῶν ἡ φλόξ
6 The light in his tent grows dark, and the lamp beside him goes out.
τὸ φῶς αὐτοῦ σκότος ἐν διαίτῃ ὁ δὲ λύχνος ἐπ’ αὐτῷ σβεσθήσεται
7 His vigorous stride is shortened, and his own schemes trip him up.
θηρεύσαισαν ἐλάχιστοι τὰ ὑπάρχοντα αὐτοῦ σφάλαι δὲ αὐτοῦ ἡ βουλή
8 For his own feet lead him into a net, and he wanders into its mesh.
ἐμβέβληται δὲ ὁ ποὺς αὐτοῦ ἐν παγίδι ἐν δικτύῳ ἑλιχθείη
9 A trap seizes his heel; a snare grips him.
ἔλθοισαν δὲ ἐπ’ αὐτὸν παγίδες κατισχύσει ἐπ’ αὐτὸν διψῶντας
10 A noose is hidden in the ground, and a trap lies in his path.
κέκρυπται ἐν τῇ γῇ σχοινίον αὐτοῦ καὶ ἡ σύλλημψις αὐτοῦ ἐπὶ τρίβων
11 Terrors frighten him on every side and harass his every step.
κύκλῳ ὀλέσαισαν αὐτὸν ὀδύναι πολλοὶ δὲ περὶ πόδας αὐτοῦ ἔλθοισαν ἐν λιμῷ στενῷ
12 His strength is depleted, and calamity is ready at his side.
πτῶμα δὲ αὐτῷ ἡτοίμασται ἐξαίσιον
13 It devours patches of his skin; the firstborn of death devours his limbs.
βρωθείησαν αὐτοῦ κλῶνες ποδῶν κατέδεται δὲ τὰ ὡραῖα αὐτοῦ θάνατος
14 He is torn from the shelter of his tent and is marched off to the king of terrors.
ἐκραγείη δὲ ἐκ διαίτης αὐτοῦ ἴασις σχοίη δὲ αὐτὸν ἀνάγκη αἰτίᾳ βασιλικῇ
15 Fire resides in his tent; burning sulfur rains down on his dwelling.
κατασκηνώσει ἐν τῇ σκηνῇ αὐτοῦ ἐν νυκτὶ αὐτοῦ κατασπαρήσονται τὰ εὐπρεπῆ αὐτοῦ θείῳ
16 The roots beneath him dry up, and the branches above him wither away.
ὑποκάτωθεν αἱ ῥίζαι αὐτοῦ ξηρανθήσονται καὶ ἐπάνωθεν ἐπιπεσεῖται θερισμὸς αὐτοῦ
17 The memory of him perishes from the earth, and he has no name in the land.
τὸ μνημόσυνον αὐτοῦ ἀπόλοιτο ἐκ γῆς καὶ ὑπάρχει ὄνομα αὐτῷ ἐπὶ πρόσωπον ἐξωτέρω
18 He is driven from light into darkness and is chased from the inhabited world.
ἀπώσειεν αὐτὸν ἐκ φωτὸς εἰς σκότος
19 He has no offspring or posterity among his people, no survivor where he once lived.
οὐκ ἔσται ἐπίγνωστος ἐν λαῷ αὐτοῦ οὐδὲ σεσῳσμένος ἐν τῇ ὑπ’ οὐρανὸν ὁ οἶκος αὐτοῦ ἀλλ’ ἐν τοῖς αὐτοῦ ζήσονται ἕτεροι
20 Those in the west are appalled at his fate, while those in the east tremble in horror.
ἐπ’ αὐτῷ ἐστέναξαν ἔσχατοι πρώτους δὲ ἔσχεν θαῦμα
21 Surely such is the dwelling of the wicked and the place of one who does not know God.”
οὗτοί εἰσιν οἶκοι ἀδίκων οὗτος δὲ ὁ τόπος τῶν μὴ εἰδότων τὸν κύριον