< Hebrews 5 >
1 Every high priest is appointed from among men to represent them in matters relating to God, to offer gifts and sacrifices for sins.
Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν ˚Θεόν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν,
2 He is able to deal gently with those who are ignorant and misguided, since he himself is beset by weakness.
μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν,
3 That is why he is obligated to offer sacrifices for his own sins, as well as for the sins of the people.
καὶ διʼ αὐτὴν ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ οὕτως καὶ περὶ αὑτοῦ, προσφέρειν περὶ ἁμαρτιῶν.
4 No one takes this honor upon himself; he must be called by God, just as Aaron was.
Καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ ˚Θεοῦ, καθώσπερ καὶ Ἀαρών.
5 So also Christ did not take upon Himself the glory of becoming a high priest, but He was called by the One who said to Him: “You are My Son; today I have become Your Father.”
Οὕτως καὶ ὁ ˚Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασεν γενηθῆναι ἀρχιερέα, ἀλλʼ ὁ λαλήσας πρὸς αὐτόν, “Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.”
6 And in another passage God says: “You are a priest forever in the order of Melchizedek.” (aiōn )
Καθὼς καὶ ἐν ἑτέρῳ λέγει, “Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισέδεκ.” (aiōn )
7 During the days of Jesus’ earthly life, He offered up prayers and petitions with loud cries and tears to the One who could save Him from death, and He was heard because of His reverence.
Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας, πρὸς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου, μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας.
8 Although He was a Son, He learned obedience from what He suffered.
Καίπερ ὢν υἱός, ἔμαθεν ἀφʼ ὧν ἔπαθεν τὴν ὑπακοήν,
9 And having been made perfect, He became the source of eternal salvation to all who obey Him (aiōnios )
καὶ τελειωθεὶς, ἐγένετο πᾶσιν τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου, (aiōnios )
10 and was designated by God as high priest in the order of Melchizedek.
προσαγορευθεὶς ὑπὸ τοῦ ˚Θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισέδεκ.
11 We have much to say about this, but it is hard to explain, because you are dull of hearing.
Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος, καὶ δυσερμήνευτος λέγειν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς.
12 Although by this time you ought to be teachers, you need someone to reteach you the basic principles of God’s word. You need milk, not solid food!
Καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς, τινὰ τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ ˚Θεοῦ, καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, οὐ στερεᾶς τροφῆς.
13 For everyone who lives on milk is still an infant, inexperienced in the message of righteousness.
Πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης, νήπιος γάρ ἐστιν.
14 But solid food is for the mature, who by constant use have trained their senses to distinguish good from evil.
Τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα, ἐχόντων πρὸς διάκρισιν, καλοῦ τε καὶ κακοῦ.