< Hebrews 11 >
1 Now faith is the assurance of what we hope for and the certainty of what we do not see.
Ἔστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων.
2 This is why the ancients were commended.
ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι.
3 By faith we understand that the universe was formed at God’s command, so that what is seen was not made out of what was visible. (aiōn )
πίστει νοοῦμεν κατηρ τίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὸ βλεπόμενον γεγονέναι. (aiōn )
4 By faith Abel offered God a better sacrifice than Cain did. By faith he was commended as righteous when God gave approval to his gifts. And by faith he still speaks, even though he is dead.
πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκεν τῷ θεῷ, δι᾽ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τῷ θεῷ· καὶ δι᾽ αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ.
5 By faith Enoch was taken up so that he did not see death: “He could not be found, because God had taken him away.” For before he was taken, he was commended as one who pleased God.
πίστει Ἐνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ ηὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ θεός· πρὸ γὰρ τῆς μεταθέσεως μεμαρτύρηται εὐηρεστηκέναι τῷ θεῷ·
6 And without faith it is impossible to please God, because anyone who approaches Him must believe that He exists and that He rewards those who earnestly seek Him.
χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι· πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον [τῷ] θεῷ, ὅτι ἔστιν, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται.
7 By faith Noah, when warned about things not yet seen, in godly fear built an ark to save his family. By faith he condemned the world and became heir of the righteousness that comes by faith.
Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς κατεσκεύασεν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, δι᾽ ἧς κατέκρινεν τὸν κόσμον καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.
8 By faith Abraham, when called to go to a place he would later receive as his inheritance, obeyed and went, without knowing where he was going.
πίστει [ὁ] καλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς τόπον ὃν ἤμελλεν λαμβάνειν εἰς κληρονομίαν, καὶ ἐξῆλθεν μὴ ἐπιστάμενος ποῦ ἔρχεται.
9 By faith he dwelt in the promised land as a stranger in a foreign country. He lived in tents, as did Isaac and Jacob, who were heirs with him of the same promise.
πίστει παρῴκησεν εἰς γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας, μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς·
10 For he was looking forward to the city with foundations, whose architect and builder is God.
ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός.
11 By faith Sarah, even though she was barren and beyond the proper age, was enabled to conceive a child, because she considered Him faithful who had promised.
Πίστει καὶ αὐτὴ Σάῤῥα δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβεν καὶ παρὰ καιρὸν ἡλικίας, ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον.
12 And so from one man, and he as good as dead, came descendants as numerous as the stars in the sky and as countless as the sand on the seashore.
διὸ καὶ ἀφ᾽ ἑνὸς ἐγεννήθησαν, καὶ ταῦτα νενεκρωμένου, καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ ὡς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος.
13 All these people died in faith, without having received the things they were promised. However, they saw them and welcomed them from afar. And they acknowledged that they were strangers and exiles on the earth.
κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ κομισάμενοι τὰς ἐπαγγελίας, ἀλλὰ πόῤῥωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς.
14 Now those who say such things show that they are seeking a country of their own.
οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσιν.
15 If they had been thinking of the country they had left, they would have had opportunity to return.
καὶ εἰ μὲν ἐκείνης μνημονεύουσιν ἀφ᾽ ἧς ἐξέβησαν, εἶχον ἂν καιρὸν ἀνακάμψαι·
16 Instead, they were longing for a better country, a heavenly one. Therefore God is not ashamed to be called their God, for He has prepared a city for them.
νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστιν, ἐπουρανίου· διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ θεὸς θεὸς ἐπικαλεῖσθαι αὐτῶν· ἡτοίμασεν γὰρ αὐτοῖς πόλιν.
17 By faith Abraham, when he was tested, offered up Isaac on the altar. He who had received the promises was ready to offer his one and only son,
πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος,
18 even though God had said to him, “Through Isaac your offspring will be reckoned.”
πρὸς ὃν ἐλαλήθη ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα·
19 Abraham reasoned that God could raise the dead, and in a sense, he did receive Isaac back from death.
λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ θεός, ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο.
20 By faith Isaac blessed Jacob and Esau concerning the future.
πίστει [καὶ] περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ.
21 By faith Jacob, when he was dying, blessed each of Joseph’s sons and worshiped as he leaned on the top of his staff.
πίστει Ἰακὼβ ἀποθνήσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ.
22 By faith Joseph, when his end was near, spoke about the exodus of the Israelites and gave instructions about his bones.
πίστει Ἰωσὴφ τε λευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσεν, καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο.
23 By faith Moses’ parents hid him for three months after his birth, because they saw that he was a beautiful child, and they were unafraid of the king’s edict.
Πίστει Μωυσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον, καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως.
24 By faith Moses, when he was grown, refused to be called the son of Pharaoh’s daughter.
πίστει Μωυσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ,
25 He chose to suffer oppression with God’s people rather than to experience the fleeting enjoyment of sin.
μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν·
26 He valued disgrace for Christ above the treasures of Egypt, for he was looking ahead to his reward.
μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ χριστοῦ· ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν.
27 By faith Moses left Egypt, not fearing the king’s anger; he persevered because he saw Him who is invisible.
πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως· τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν.
28 By faith he kept the Passover and the sprinkling of blood, so that the destroyer of the firstborn would not touch Israel’s own firstborn.
πίστει πεποίηκεν τὸ πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα, θίγῃ αὐτῶν.
29 By faith the people passed through the Red Sea as on dry land; but when the Egyptians tried to follow, they were drowned.
πίστει διέβησαν τὴν ἐρυθρὰν θάλασσαν ὡς διὰ ξηρᾶς γῆς, ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν.
30 By faith the walls of Jericho fell, after the people had marched around them for seven days.
πίστει τὰ τείχη Ἱεριχὼ ἔπεσαν, κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας.
31 By faith the prostitute Rahab, because she welcomed the spies in peace, did not perish with those who were disobedient.
πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασιν, δεξαμένη τοὺς κατασκόπους μετ᾽ εἰρήνης.
32 And what more shall I say? Time will not allow me to tell of Gideon, Barak, Samson, Jephthah, David, Samuel, and the prophets,
Καὶ τί ἔτι λέγω; ἐπιλείψει με γὰρ διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ, Σαμψών, Ἰεφθάε, Δαυείδ τε καὶ Σαμουήλ, καὶ τῶν προφητῶν·
33 who through faith conquered kingdoms, administered justice, and gained what was promised; who shut the mouths of lions,
οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, ἠργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων,
34 quenched the raging fire, and escaped the edge of the sword; who gained strength from weakness, became mighty in battle, and put foreign armies to flight.
ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρης, ἐδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων.
35 Women received back their dead, raised to life again. Others were tortured and refused their release, so that they might gain a better resurrection.
ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν·
36 Still others endured mocking and flogging, and even chains and imprisonment.
ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς·
37 They were stoned, they were sawed in two, they were put to death by the sword. They went around in sheepskins and goatskins, destitute, oppressed, and mistreated.
ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐν φόνῳ μαχαίρης ἀπέθανον· περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι,
38 The world was not worthy of them. They wandered in deserts and mountains, and hid in caves and holes in the ground.
ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος· ἐπὶ ἐρημίαις πλανώμενοι καὶ ὄρεσιν καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς.
39 These were all commended for their faith, yet they did not receive what was promised.
καὶ οὗτοι πάντες, μαρτυρηθέντες διὰ τῆς πίστεως, οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν,
40 God had planned something better for us, so that together with us they would be made perfect.
τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.