< Galatians 5 >
1 It is for freedom that Christ has set us free. Stand firm, then, and do not be encumbered once more by a yoke of slavery.
τῇ ἐλευθερίᾳ ἡμᾶς χριστὸς ἠλευθέρωσεν· στήκετε οὖν, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.
2 Take notice: I, Paul, tell you that if you let yourselves be circumcised, Christ will be of no value to you at all.
Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε, χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει·
3 Again I testify to every man who gets himself circumcised that he is obligated to obey the whole law.
μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι.
4 You who are trying to be justified by the law have been severed from Christ; you have fallen away from grace.
κατηργήθητε ἀπὸ χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε·
5 But by faith we eagerly await through the Spirit the hope of righteousness.
ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.
6 For in Christ Jesus neither circumcision nor uncircumcision has any value. All that matters is faith, expressed through love.
ἐν γὰρ χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι᾽ ἀγάπης ἐνεργουμένη.
7 You were running so well. Who has obstructed you from obeying the truth?
ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψεν ἀληθείᾳ μὴ πείθεσθαι;
8 Such persuasion does not come from the One who calls you.
ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς.
9 A little leaven works through the whole batch of dough.
μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ.
10 I am confident in the Lord that you will take no other view. The one who is troubling you will bear the judgment, whoever he may be.
ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν κυρίῳ, ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρῖμα, ὅστις ἐὰν ᾖ.
11 Now, brothers, if I am still preaching circumcision, why am I still being persecuted? In that case the offense of the cross has been abolished.
ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ.
12 As for those who are agitating you, I wish they would proceed to emasculate themselves!
ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.
13 For you, brothers, were called to freedom; but do not use your freedom as an opportunity for the flesh. Rather, serve one another in love.
Ὑμεῖς γὰρ ἐπ᾽ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις.
14 The entire law is fulfilled in a single decree: “Love your neighbor as yourself.”
ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πεπλήρωται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
15 But if you keep on biting and devouring one another, watch out, or you will be consumed by one another.
εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπ᾽ ἀλλήλων ἀναλωθῆτε.
16 So I say, walk by the Spirit, and you will not gratify the desires of the flesh.
Λέγω δέ, πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.
17 For the flesh craves what is contrary to the Spirit, and the Spirit what is contrary to the flesh. They are opposed to each other, so that you do not do what you want.
ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα γὰρ ἀλλήλοις ἀντίκειται, ἵνα μὴ ἃ ἐὰν θέλητε, ταῦτα ποιῆτε.
18 But if you are led by the Spirit, you are not under the law.
εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον.
19 The acts of the flesh are obvious: sexual immorality, impurity, and debauchery;
φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστιν, πορνεία ἀκαθαρσία ἀσέλγεια
20 idolatry and sorcery; hatred, discord, jealousy, and rage; rivalries, divisions, factions,
εἰδωλολατρεία φαρμακεία ἔχθραι ἔρις ζῆλος θυμοὶ ἐριθεῖαι διχοστασίαι αἱρέσεις
21 and envy; drunkenness, orgies, and the like. I warn you, as I did before, that those who practice such things will not inherit the kingdom of God.
φθόνοι [φόνοι] μέθαι κῶμοι, καὶ τὰ ὅμοια τούτοις· ἃ προλέγω ὑμῖν, καθὼς προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν.
22 But the fruit of the Spirit is love, joy, peace, patience, kindness, goodness, faithfulness,
ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη χαρὰ εἰρήνη μακροθυμία χρηστότης ἀγαθωσύνη πίστις
23 gentleness, and self-control. Against such things there is no law.
πρᾳΰτης ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος.
24 Those who belong to Christ Jesus have crucified the flesh with its passions and desires.
οἱ δὲ τοῦ χριστοῦ Ἰησοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις.
25 Since we live by the Spirit, let us walk in step with the Spirit.
εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν.
26 Let us not become conceited, provoking and envying one another.
μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.