< Ezekiel 16 >

1 Again the word of the LORD came to me, saying,
καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
2 “Son of man, confront Jerusalem with her abominations
υἱὲ ἀνθρώπου διαμάρτυραι τῇ Ιερουσαλημ τὰς ἀνομίας αὐτῆς
3 and tell her that this is what the Lord GOD says to Jerusalem: Your origin and your birth were in the land of the Canaanites. Your father was an Amorite and your mother a Hittite.
καὶ ἐρεῖς τάδε λέγει κύριος τῇ Ιερουσαλημ ἡ ῥίζα σου καὶ ἡ γένεσίς σου ἐκ γῆς Χανααν ὁ πατήρ σου Αμορραῖος καὶ ἡ μήτηρ σου Χετταία
4 On the day of your birth your cord was not cut, nor were you washed with water for cleansing. You were not rubbed with salt or wrapped in cloths.
καὶ ἡ γένεσίς σου ἐν ᾗ ἡμέρᾳ ἐτέχθης οὐκ ἔδησαν τοὺς μαστούς σου καὶ ἐν ὕδατι οὐκ ἐλούσθης οὐδὲ ἁλὶ ἡλίσθης καὶ σπαργάνοις οὐκ ἐσπαργανώθης
5 No one cared enough for you to do even one of these things out of compassion for you. Instead, you were thrown out into the open field, because you were despised on the day of your birth.
οὐδὲ ἐφείσατο ὁ ὀφθαλμός μου ἐπὶ σοὶ τοῦ ποιῆσαί σοι ἓν ἐκ πάντων τούτων τοῦ παθεῖν τι ἐπὶ σοί καὶ ἀπερρίφης ἐπὶ πρόσωπον τοῦ πεδίου τῇ σκολιότητι τῆς ψυχῆς σου ἐν ᾗ ἡμέρᾳ ἐτέχθης
6 Then I passed by and saw you wallowing in your blood, and as you lay there in your blood I said to you, ‘Live!’ There I said to you, ‘Live!’
καὶ διῆλθον ἐπὶ σὲ καὶ εἶδόν σε πεφυρμένην ἐν τῷ αἵματί σου καὶ εἶπά σοι ἐκ τοῦ αἵματός σου ζωή
7 I made you thrive like a plant of the field. You grew up and matured and became very beautiful. Your breasts were formed and your hair grew, but you were naked and bare.
πληθύνου καθὼς ἡ ἀνατολὴ τοῦ ἀγροῦ δέδωκά σε καὶ ἐπληθύνθης καὶ ἐμεγαλύνθης καὶ εἰσῆλθες εἰς πόλεις πόλεων οἱ μαστοί σου ἀνωρθώθησαν καὶ ἡ θρίξ σου ἀνέτειλεν σὺ δὲ ἦσθα γυμνὴ καὶ ἀσχημονοῦσα
8 Then I passed by and saw you, and you were indeed old enough for love. So I spread My cloak over you and covered your nakedness. I pledged Myself to you, entered into a covenant with you, and you became Mine, declares the Lord GOD.
καὶ διῆλθον διὰ σοῦ καὶ εἶδόν σε καὶ ἰδοὺ καιρός σου καιρὸς καταλυόντων καὶ διεπέτασα τὰς πτέρυγάς μου ἐπὶ σὲ καὶ ἐκάλυψα τὴν ἀσχημοσύνην σου καὶ ὤμοσά σοι καὶ εἰσῆλθον ἐν διαθήκῃ μετὰ σοῦ λέγει κύριος καὶ ἐγένου μοι
9 Then I bathed you with water, rinsed off your blood, and anointed you with oil.
καὶ ἔλουσά σε ἐν ὕδατι καὶ ἀπέπλυνα τὸ αἷμά σου ἀπὸ σοῦ καὶ ἔχρισά σε ἐν ἐλαίῳ
10 I clothed you in embroidered cloth and gave you sandals of fine leather. I wrapped you in fine linen and covered you with silk.
καὶ ἐνέδυσά σε ποικίλα καὶ ὑπέδησά σε ὑάκινθον καὶ ἔζωσά σε βύσσῳ καὶ περιέβαλόν σε τριχάπτῳ
11 I adorned you with jewelry, and I put bracelets on your wrists and a chain around your neck.
καὶ ἐκόσμησά σε κόσμῳ καὶ περιέθηκα ψέλια περὶ τὰς χεῖράς σου καὶ κάθεμα περὶ τὸν τράχηλόν σου
12 I put a ring in your nose, earrings on your ears, and a beautiful crown upon your head.
καὶ ἔδωκα ἐνώτιον περὶ τὸν μυκτῆρά σου καὶ τροχίσκους ἐπὶ τὰ ὦτά σου καὶ στέφανον καυχήσεως ἐπὶ τὴν κεφαλήν σου
13 So you were adorned with gold and silver, and your clothing was made of fine linen, silk, and embroidered cloth. You ate fine flour, honey, and oil. You became very beautiful and rose to be queen.
καὶ ἐκοσμήθης χρυσίῳ καὶ ἀργυρίῳ καὶ τὰ περιβόλαιά σου βύσσινα καὶ τρίχαπτα καὶ ποικίλα σεμίδαλιν καὶ ἔλαιον καὶ μέλι ἔφαγες καὶ ἐγένου καλὴ σφόδρα
14 Your fame spread among the nations on account of your beauty, for it was perfect in the splendor I bestowed on you, declares the Lord GOD.
καὶ ἐξῆλθέν σου ὄνομα ἐν τοῖς ἔθνεσιν ἐν τῷ κάλλει σου διότι συντετελεσμένον ἦν ἐν εὐπρεπείᾳ ἐν τῇ ὡραιότητι ᾗ ἔταξα ἐπὶ σέ λέγει κύριος
15 But because of your fame, you trusted in your beauty and played the harlot. You lavished your favors on everyone who passed by, and your beauty was theirs for the asking.
καὶ ἐπεποίθεις ἐν τῷ κάλλει σου καὶ ἐπόρνευσας ἐπὶ τῷ ὀνόματί σου καὶ ἐξέχεας τὴν πορνείαν σου ἐπὶ πάντα πάροδον ὃ οὐκ ἔσται
16 You took some of your garments and made colorful high places for yourself, and on them you prostituted yourself. Such things should not have happened; never should they have occurred!
καὶ ἔλαβες ἐκ τῶν ἱματίων σου καὶ ἐποίησας σεαυτῇ εἴδωλα ῥαπτὰ καὶ ἐξεπόρνευσας ἐπ’ αὐτά καὶ οὐ μὴ εἰσέλθῃς οὐδὲ μὴ γένηται
17 You also took the fine jewelry of gold and silver I had given you, and you made male idols with which to prostitute yourself.
καὶ ἔλαβες τὰ σκεύη τῆς καυχήσεώς σου ἐκ τοῦ χρυσίου μου καὶ ἐκ τοῦ ἀργυρίου μου ἐξ ὧν ἔδωκά σοι καὶ ἐποίησας σεαυτῇ εἰκόνας ἀρσενικὰς καὶ ἐξεπόρνευσας ἐν αὐταῖς
18 You took your embroidered garments to cover them, and you set My oil and incense before them.
καὶ ἔλαβες τὸν ἱματισμὸν τὸν ποικίλον σου καὶ περιέβαλες αὐτὰ καὶ τὸ ἔλαιόν μου καὶ τὸ θυμίαμά μου ἔθηκας πρὸ προσώπου αὐτῶν
19 And you set before them as a pleasing aroma the food I had given you—the fine flour, oil, and honey that I had fed you. That is what happened, declares the Lord GOD.
καὶ τοὺς ἄρτους μου οὓς ἔδωκά σοι σεμίδαλιν καὶ ἔλαιον καὶ μέλι ἐψώμισά σε καὶ ἔθηκας αὐτὰ πρὸ προσώπου αὐτῶν εἰς ὀσμὴν εὐωδίας καὶ ἐγένετο λέγει κύριος
20 You even took the sons and daughters you bore to Me and sacrificed them as food to idols. Was your prostitution not enough?
καὶ ἔλαβες τοὺς υἱούς σου καὶ τὰς θυγατέρας σου ἃς ἐγέννησας καὶ ἔθυσας αὐτὰ αὐτοῖς εἰς ἀνάλωσιν ὡς μικρὰ ἐξεπόρνευσας
21 You slaughtered My children and delivered them up through the fire to idols.
καὶ ἔσφαξας τὰ τέκνα σου καὶ ἔδωκας αὐτὰ ἐν τῷ ἀποτροπιάζεσθαί σε ἐν αὐτοῖς
22 And in all your abominations and acts of prostitution, you did not remember the days of your youth when you were naked and bare, wallowing in your own blood.
τοῦτο παρὰ πᾶσαν τὴν πορνείαν σου καὶ οὐκ ἐμνήσθης τὰς ἡμέρας τῆς νηπιότητός σου ὅτε ἦσθα γυμνὴ καὶ ἀσχημονοῦσα καὶ πεφυρμένη ἐν τῷ αἵματί σου ἔζησας
23 Woe! Woe to you, declares the Lord GOD. And in addition to all your other wickedness,
καὶ ἐγένετο μετὰ πάσας τὰς κακίας σου λέγει κύριος
24 you built yourself a mound and made yourself a lofty shrine in every public square.
καὶ ᾠκοδόμησας σεαυτῇ οἴκημα πορνικὸν καὶ ἐποίησας σεαυτῇ ἔκθεμα ἐν πάσῃ πλατείᾳ
25 At the head of every street you built your lofty shrines and degraded your beauty. With increasing promiscuity, you spread your legs to all who passed by.
καὶ ἐπ’ ἀρχῆς πάσης ὁδοῦ ᾠκοδόμησας τὰ πορνεῖά σου καὶ ἐλυμήνω τὸ κάλλος σου καὶ διήγαγες τὰ σκέλη σου παντὶ παρόδῳ καὶ ἐπλήθυνας τὴν πορνείαν σου
26 You prostituted yourself with your lustful neighbors, the Egyptians, and increased your promiscuity to provoke Me to anger.
καὶ ἐξεπόρνευσας ἐπὶ τοὺς υἱοὺς Αἰγύπτου τοὺς ὁμοροῦντάς σοι τοὺς μεγαλοσάρκους καὶ πολλαχῶς ἐξεπόρνευσας τοῦ παροργίσαι με
27 Therefore I stretched out My hand against you and reduced your portion. I gave you over to the desire of those who hate you, the daughters of the Philistines, who were ashamed of your lewd conduct.
ἐὰν δὲ ἐκτείνω τὴν χεῖρά μου ἐπὶ σέ καὶ ἐξαρῶ τὰ νόμιμά σου καὶ παραδώσω σε εἰς ψυχὰς μισούντων σε θυγατέρας ἀλλοφύλων τὰς ἐκκλινούσας σε ἐκ τῆς ὁδοῦ σου ἧς ἠσέβησας
28 Then you prostituted yourself with the Assyrians, because you were not yet satisfied. Even after that, you were still not satisfied.
καὶ ἐξεπόρνευσας ἐπὶ τὰς θυγατέρας Ασσουρ καὶ οὐδ’ οὕτως ἐνεπλήσθης καὶ ἐξεπόρνευσας καὶ οὐκ ἐνεπίπλω
29 So you extended your promiscuity to Chaldea, the land of merchants—but even with this you were not satisfied!
καὶ ἐπλήθυνας τὰς διαθήκας σου πρὸς γῆν Χαλδαίων καὶ οὐδὲ ἐν τούτοις ἐνεπλήσθης
30 How weak-willed is your heart, declares the Lord GOD, while you do all these things, the acts of a shameless prostitute!
τί διαθῶ τὴν θυγατέρα σου λέγει κύριος ἐν τῷ ποιῆσαί σε ταῦτα πάντα ἔργα γυναικὸς πόρνης καὶ ἐξεπόρνευσας τρισσῶς
31 But when you built your mounds at the head of every street and made your lofty shrines in every public square, you were not even like a prostitute, because you scorned payment.
ἐν ταῖς θυγατράσιν σου τὸ πορνεῖόν σου ᾠκοδόμησας ἐπὶ πάσης ἀρχῆς ὁδοῦ καὶ τὴν βάσιν σου ἐποίησας ἐν πάσῃ πλατείᾳ καὶ ἐγένου ὡς πόρνη συνάγουσα μισθώματα
32 You adulterous wife! You receive strangers instead of your own husband!
ἡ γυνὴ ἡ μοιχωμένη ὁμοία σοι παρὰ τοῦ ἀνδρὸς αὐτῆς λαμβάνουσα μισθώματα
33 Men give gifts to all their prostitutes, but you gave gifts to all your lovers. You bribed them to come to you from everywhere for your illicit favors.
πᾶσι τοῖς ἐκπορνεύσασιν αὐτὴν προσεδίδου μισθώματα καὶ σὺ δέδωκας μισθώματα πᾶσι τοῖς ἐρασταῖς σου καὶ ἐφόρτιζες αὐτοὺς τοῦ ἔρχεσθαι πρὸς σὲ κυκλόθεν ἐν τῇ πορνείᾳ σου
34 So your prostitution is the opposite of that of other women: No one solicited your favors, and you paid a fee instead of receiving one; so you are the very opposite!
καὶ ἐγένετο ἐν σοὶ διεστραμμένον παρὰ τὰς γυναῖκας ἐν τῇ πορνείᾳ σου καὶ μετὰ σοῦ πεπορνεύκασιν ἐν τῷ προσδιδόναι σε μισθώματα καὶ σοὶ μισθώματα οὐκ ἐδόθη καὶ ἐγένετο ἐν σοὶ διεστραμμένα
35 Therefore, O prostitute, hear the word of the LORD!
διὰ τοῦτο πόρνη ἄκουε λόγον κυρίου
36 This is what the Lord GOD says: Because you poured out your wealth and exposed your nakedness in your promiscuity with your lovers and with all your detestable idols, and because of the blood of your children which you gave to them,
τάδε λέγει κύριος ἀνθ’ ὧν ἐξέχεας τὸν χαλκόν σου καὶ ἀποκαλυφθήσεται ἡ αἰσχύνη σου ἐν τῇ πορνείᾳ σου πρὸς τοὺς ἐραστάς σου καὶ εἰς πάντα τὰ ἐνθυμήματα τῶν ἀνομιῶν σου καὶ ἐν τοῖς αἵμασιν τῶν τέκνων σου ὧν ἔδωκας αὐτοῖς
37 therefore I will surely gather all the lovers with whom you found pleasure, all those you loved and all those you hated. I will gather them against you from all around and expose you before them, and they will see you completely naked.
διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐπὶ σὲ συνάγω πάντας τοὺς ἐραστάς σου ἐν οἷς ἐπεμίγης ἐν αὐτοῖς καὶ πάντας οὓς ἠγάπησας σὺν πᾶσιν οἷς ἐμίσεις καὶ συνάξω αὐτοὺς ἐπὶ σὲ κυκλόθεν καὶ ἀποκαλύψω τὰς κακίας σου πρὸς αὐτούς καὶ ὄψονται πᾶσαν τὴν αἰσχύνην σου
38 And I will sentence you to the punishment of women who commit adultery and those who shed blood; so I will bring upon you the wrath of your bloodshed and jealousy.
καὶ ἐκδικήσω σε ἐκδικήσει μοιχαλίδος καὶ ἐκχεούσης αἷμα καὶ θήσω σε ἐν αἵματι θυμοῦ καὶ ζήλου
39 Then I will deliver you into the hands of your lovers, and they will level your mounds and tear down your lofty shrines. They will strip off your clothes, take your fine jewelry, and leave you naked and bare.
καὶ παραδώσω σε εἰς χεῖρας αὐτῶν καὶ κατασκάψουσιν τὸ πορνεῖόν σου καὶ καθελοῦσιν τὴν βάσιν σου καὶ ἐκδύσουσίν σε τὸν ἱματισμόν σου καὶ λήμψονται τὰ σκεύη τῆς καυχήσεώς σου καὶ ἀφήσουσίν σε γυμνὴν καὶ ἀσχημονοῦσαν
40 They will bring a mob against you, who will stone you and cut you to pieces with their swords.
καὶ ἄξουσιν ἐπὶ σὲ ὄχλους καὶ λιθοβολήσουσίν σε ἐν λίθοις καὶ κατασφάξουσίν σε ἐν τοῖς ξίφεσιν αὐτῶν
41 Then they will burn down your houses and execute judgment against you in the sight of many women. I will put an end to your prostitution, and you will never again pay your lovers.
καὶ ἐμπρήσουσιν τοὺς οἴκους σου πυρὶ καὶ ποιήσουσιν ἐν σοὶ ἐκδικήσεις ἐνώπιον γυναικῶν πολλῶν καὶ ἀποστρέψω σε ἐκ τῆς πορνείας σου καὶ μισθώματα οὐ μὴ δῷς οὐκέτι
42 So I will lay to rest My wrath against you, and My jealousy will turn away from you. Then I will be calm and no longer angry.
καὶ ἐπαφήσω τὸν θυμόν μου ἐπὶ σέ καὶ ἐξαρθήσεται ὁ ζῆλός μου ἐκ σοῦ καὶ ἀναπαύσομαι καὶ οὐ μὴ μεριμνήσω οὐκέτι
43 Because you did not remember the days of your youth, but enraged Me with all these things, I will surely bring your deeds down upon your own head, declares the Lord GOD. Have you not committed this lewdness on top of all your other abominations?
ἀνθ’ ὧν οὐκ ἐμνήσθης τὴν ἡμέραν τῆς νηπιότητός σου καὶ ἐλύπεις με ἐν πᾶσι τούτοις καὶ ἐγὼ ἰδοὺ τὰς ὁδούς σου εἰς κεφαλήν σου δέδωκα λέγει κύριος καὶ οὕτως ἐποίησας τὴν ἀσέβειαν ἐπὶ πάσαις ταῖς ἀνομίαις σου
44 Behold, all who speak in proverbs will quote this proverb about you: ‘Like mother, like daughter.’
ταῦτά ἐστιν πάντα ὅσα εἶπαν κατὰ σοῦ ἐν παραβολῇ λέγοντες καθὼς ἡ μήτηρ καὶ ἡ θυγάτηρ
45 You are the daughter of your mother, who despised her husband and children. You are the sister of your sisters, who despised their husbands and children. Your mother was a Hittite and your father an Amorite.
θυγάτηρ τῆς μητρός σου σὺ εἶ ἡ ἀπωσαμένη τὸν ἄνδρα αὐτῆς καὶ τὰ τέκνα αὐτῆς καὶ ἀδελφὴ τῶν ἀδελφῶν σου τῶν ἀπωσαμένων τοὺς ἄνδρας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν ἡ μήτηρ ὑμῶν Χετταία καὶ ὁ πατὴρ ὑμῶν Αμορραῖος
46 Your older sister was Samaria, who lived with her daughters to your north; and your younger sister was Sodom, who lived with her daughters to your south.
ἡ ἀδελφὴ ὑμῶν ἡ πρεσβυτέρα Σαμάρεια αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς ἡ κατοικοῦσα ἐξ εὐωνύμων σου καὶ ἡ ἀδελφή σου ἡ νεωτέρα σου ἡ κατοικοῦσα ἐκ δεξιῶν σου Σοδομα καὶ αἱ θυγατέρες αὐτῆς
47 And you not only walked in their ways and practiced their abominations, but soon you were more depraved than they were.
καὶ οὐδ’ ὧς ἐν ταῖς ὁδοῖς αὐτῶν ἐπορεύθης οὐδὲ κατὰ τὰς ἀνομίας αὐτῶν ἐποίησας παρὰ μικρὸν καὶ ὑπέρκεισαι αὐτὰς ἐν πάσαις ταῖς ὁδοῖς σου
48 As surely as I live, declares the Lord GOD, your sister Sodom and her daughters never did as you and your daughters have done.
ζῶ ἐγώ λέγει κύριος εἰ πεποίηκεν Σοδομα ἡ ἀδελφή σου αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς ὃν τρόπον ἐποίησας σὺ καὶ αἱ θυγατέρες σου
49 Now this was the iniquity of your sister Sodom: She and her daughters were arrogant, overfed, and complacent; they did not help the poor and needy.
πλὴν τοῦτο τὸ ἀνόμημα Σοδομων τῆς ἀδελφῆς σου ὑπερηφανία ἐν πλησμονῇ ἄρτων καὶ ἐν εὐθηνίᾳ οἴνου ἐσπατάλων αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς τοῦτο ὑπῆρχεν αὐτῇ καὶ ταῖς θυγατράσιν αὐτῆς καὶ χεῖρα πτωχοῦ καὶ πένητος οὐκ ἀντελαμβάνοντο
50 Thus they were haughty and committed abominations before Me. Therefore I removed them, as you have seen.
καὶ ἐμεγαλαύχουν καὶ ἐποίησαν ἀνομήματα ἐνώπιόν μου καὶ ἐξῆρα αὐτάς καθὼς εἶδον
51 Furthermore, Samaria did not commit half the sins you did. You have multiplied your abominations beyond theirs, and all the abominations you have committed have made your sisters appear righteous.
καὶ Σαμάρεια κατὰ τὰς ἡμίσεις τῶν ἁμαρτιῶν σου οὐχ ἥμαρτεν καὶ ἐπλήθυνας τὰς ἀνομίας σου ὑπὲρ αὐτὰς καὶ ἐδικαίωσας τὰς ἀδελφάς σου ἐν πάσαις ταῖς ἀνομίαις σου αἷς ἐποίησας
52 So now you must bear your disgrace, since you have brought justification for your sisters. For they appear more righteous than you, because your sins were more vile than theirs. So you too must bear your shame and disgrace, since you have made your sisters appear righteous.
καὶ σὺ κόμισαι βάσανόν σου ἐν ᾗ ἔφθειρας τὰς ἀδελφάς σου ἐν ταῖς ἁμαρτίαις σου αἷς ἠνόμησας ὑπὲρ αὐτὰς καὶ ἐδικαίωσας αὐτὰς ὑπὲρ σεαυτήν καὶ σὺ αἰσχύνθητι καὶ λαβὲ τὴν ἀτιμίαν σου ἐν τῷ δικαιῶσαί σε τὰς ἀδελφάς σου
53 But I will restore Sodom and her daughters from captivity, as well as Samaria and her daughters. And I will restore you along with them.
καὶ ἀποστρέψω τὰς ἀποστροφὰς αὐτῶν τὴν ἀποστροφὴν Σοδομων καὶ τῶν θυγατέρων αὐτῆς καὶ ἀποστρέψω τὴν ἀποστροφὴν Σαμαρείας καὶ τῶν θυγατέρων αὐτῆς καὶ ἀποστρέψω τὴν ἀποστροφήν σου ἐν μέσῳ αὐτῶν
54 So you will bear your disgrace and be ashamed of all you did to comfort them.
ὅπως κομίσῃ τὴν βάσανόν σου καὶ ἀτιμωθήσῃ ἐκ πάντων ὧν ἐποίησας ἐν τῷ σε παροργίσαι με
55 And your sisters, Sodom with her daughters and Samaria with her daughters, will return to their former state. You and your daughters will also return to your former state.
καὶ ἡ ἀδελφή σου Σοδομα καὶ αἱ θυγατέρες αὐτῆς ἀποκατασταθήσονται καθὼς ἦσαν ἀπ’ ἀρχῆς καὶ Σαμάρεια καὶ αἱ θυγατέρες αὐτῆς ἀποκατασταθήσονται καθὼς ἦσαν ἀπ’ ἀρχῆς καὶ σὺ καὶ αἱ θυγατέρες σου ἀποκατασταθήσεσθε καθὼς ἀπ’ ἀρχῆς ἦτε
56 Did you not treat your sister Sodom as an object of scorn in the day of your pride,
καὶ εἰ μὴ ἦν Σοδομα ἡ ἀδελφή σου εἰς ἀκοὴν ἐν τῷ στόματί σου ἐν ταῖς ἡμέραις ὑπερηφανίας σου
57 before your wickedness was uncovered? Even so, you are now scorned by the daughters of Edom and all those around her, and by the daughters of the Philistines—all those around you who despise you.
πρὸ τοῦ ἀποκαλυφθῆναι τὰς κακίας σου ὃν τρόπον νῦν ὄνειδος εἶ θυγατέρων Συρίας καὶ πάντων τῶν κύκλῳ αὐτῆς θυγατέρων ἀλλοφύλων τῶν περιεχουσῶν σε κύκλῳ
58 You will bear the consequences of your lewdness and your abominations, declares the LORD.
τὰς ἀσεβείας σου καὶ τὰς ἀνομίας σου σὺ κεκόμισαι αὐτάς λέγει κύριος
59 For this is what the Lord GOD says: I will deal with you according to your deeds, since you have despised the oath by breaking the covenant.
τάδε λέγει κύριος καὶ ποιήσω ἐν σοὶ καθὼς ἐποίησας ὡς ἠτίμωσας ταῦτα τοῦ παραβῆναι τὴν διαθήκην μου
60 But I will remember the covenant I made with you in the days of your youth, and I will establish an everlasting covenant with you.
καὶ μνησθήσομαι ἐγὼ τῆς διαθήκης μου τῆς μετὰ σοῦ ἐν ἡμέραις νηπιότητός σου καὶ ἀναστήσω σοι διαθήκην αἰώνιον
61 Then you will remember your ways and be ashamed when you receive your older and younger sisters. I will give them to you as daughters, but not because of My covenant with you.
καὶ μνησθήσῃ τὴν ὁδόν σου καὶ ἐξατιμωθήσῃ ἐν τῷ ἀναλαβεῖν σε τὰς ἀδελφάς σου τὰς πρεσβυτέρας σου σὺν ταῖς νεωτέραις σου καὶ δώσω αὐτάς σοι εἰς οἰκοδομὴν καὶ οὐκ ἐκ διαθήκης σου
62 So I will establish My covenant with you, and you will know that I am the LORD,
καὶ ἀναστήσω ἐγὼ τὴν διαθήκην μου μετὰ σοῦ καὶ ἐπιγνώσῃ ὅτι ἐγὼ κύριος
63 so that when I make atonement for all you have done, you will remember and be ashamed and never again open your mouth because of your disgrace, declares the Lord GOD.”
ὅπως μνησθῇς καὶ αἰσχυνθῇς καὶ μὴ ᾖ σοι ἔτι ἀνοῖξαι τὸ στόμα σου ἀπὸ προσώπου τῆς ἀτιμίας σου ἐν τῷ ἐξιλάσκεσθαί μέ σοι κατὰ πάντα ὅσα ἐποίησας λέγει κύριος

< Ezekiel 16 >