< Acts 3 >

1 One afternoon Peter and John were going up to the temple at the hour of prayer, the ninth hour.
(Ἐπὶ τὸ αὐτὸ *k*) Πέτρος δὲ καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐνάτην.
2 And a man who was lame from birth was being carried to the temple gate called Beautiful, where he was put every day to beg from those entering the temple courts.
καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο, ὃν ἐτίθουν καθ᾽ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην ὡραίαν τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν.
3 When he saw Peter and John about to enter, he asked them for money.
ὃς ἰδὼν Πέτρον καὶ Ἰωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερὸν ἠρώτα ἐλεημοσύνην λαβεῖν.
4 Peter looked directly at him, as did John. “Look at us!” said Peter.
ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ Ἰωάννῃ εἶπεν· βλέψον εἰς ἡμᾶς.
5 So the man gave them his attention, expecting to receive something from them.
ὁ δὲ ἐπεῖχεν αὐτοῖς προσδοκῶν τι παρ᾽ αὐτῶν λαβεῖν.
6 But Peter said, “Silver or gold I do not have, but what I have I give you: In the name of Jesus Christ of Nazareth, get up and walk!”
Εἶπεν δὲ Πέτρος· ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι. ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου (ἔγειρε *N(k)O*) καὶ περιπάτει.
7 Taking him by the right hand, Peter helped him up, and at once the man’s feet and ankles were made strong.
καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρεν αὐτόν. παραχρῆμα δὲ ἐστερεώθησαν αἱ βάσεις αὐτοῦ καὶ τὰ σφυδρά,
8 He sprang to his feet and began to walk. Then he went with them into the temple courts, walking and leaping and praising God.
καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει καὶ εἰσῆλθεν σὺν αὐτοῖς εἰς τὸ ἱερὸν περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν θεόν.
9 When all the people saw him walking and praising God,
Καὶ εἶδεν πᾶς ὁ λαὸς αὐτὸν περιπατοῦντα καὶ αἰνοῦντα τὸν θεόν.
10 they recognized him as the man who used to sit begging at the Beautiful Gate of the temple, and they were filled with wonder and amazement at what had happened to him.
ἐπεγίνωσκον (δὲ *N(k)O*) αὐτὸν ὅτι (αὐτὸς *N(k)O*) ἦν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ ὡραίᾳ πύλῃ τοῦ ἱεροῦ, καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ.
11 While the man clung to Peter and John, all the people were astonished and ran to them in the walkway called Solomon’s Colonnade.
κρατοῦντος δὲ (αὐτοῦ *N(k)O*) (ἰαθέντος χωλοῦ *K*) τὸν Πέτρον καὶ (τὸν *no*) Ἰωάννην συνέδραμεν πᾶς ὁ λαὸς πρὸς αὐτοὺς ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος ἔκθαμβοι.
12 And when Peter saw this, he addressed the people: “Men of Israel, why are you surprised by this? Why do you stare at us as if by our own power or godliness we had made this man walk?
ἰδὼν δὲ (ὁ *no*) Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν· ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσιν τοῦ περιπατεῖν αὐτόν;
13 The God of Abraham, Isaac, and Jacob, the God of our fathers, has glorified His servant Jesus. You handed Him over and rejected Him before Pilate, even though he had decided to release Him.
ὁ θεὸς Ἀβραὰμ καὶ (ὁ θεὸς *n*) Ἰσαὰκ καὶ (ὁ θεὸς *n*) Ἰακώβ, ὁ θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασεν τὸν παῖδα αὐτοῦ Ἰησοῦν ὃν ὑμεῖς (μὲν *no*) παρεδώκατε καὶ ἠρνήσασθε (αὐτὸν *ko*) κατὰ πρόσωπον Πιλάτου κρίναντος ἐκείνου ἀπολύειν·
14 You rejected the Holy and Righteous One and asked that a murderer be released to you.
ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν,
15 You killed the Author of life, but God raised Him from the dead, and we are witnesses of the fact.
τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν.
16 By faith in the name of Jesus, this man whom you see and know has been made strong. It is Jesus’ name and the faith that comes through Him that has given him this complete healing in your presence.
καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ τοῦτον ὃν θεωρεῖτε καὶ οἴδατε, ἐστερέωσεν τὸ ὄνομα αὐτοῦ καὶ ἡ πίστις ἡ δι᾽ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν.
17 And now, brothers, I know that you acted in ignorance, as did your leaders.
καὶ νῦν, ἀδελφοί, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν·
18 But in this way God has fulfilled what He foretold through all the prophets, saying that His Christ would suffer.
ὁ δὲ θεὸς ἃ προκατήγγειλεν διὰ στόματος πάντων τῶν προφητῶν παθεῖν τὸν χριστὸν αὐτοῦ ἐπλήρωσεν οὕτως.
19 Repent, then, and turn back, so that your sins may be wiped away,
μετανοήσατε οὖν καὶ ἐπιστρέψατε (εἰς *NK(o)*) τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας, ὅπως ἂν ἔλθωσιν καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ κυρίου
20 that times of refreshing may come from the presence of the Lord, and that He may send Jesus, the Christ, who has been appointed for you.
καὶ ἀποστείλῃ τὸν (προκεχειρισμένον *N(K)O*) ὑμῖν χριστὸν Ἰησοῦν
21 Heaven must take Him in until the time comes for the restoration of all things, which God announced long ago through His holy prophets. (aiōn g165)
ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων ὧν ἐλάλησεν ὁ θεὸς διὰ στόματος (πάντων *K*) τῶν ἁγίων ἀπ᾽ αἰῶνος αὐτοῦ προφητῶν. (aiōn g165)
22 For Moses said, ‘The Lord your God will raise up for you a prophet like me from among your brothers. You must listen to Him in everything He tells you.
Μωϋσῆς μὲν (γὰρ πρὸς τοὺς πατέρας *K*) εἶπεν ὅτι προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς (ὑμῶν *NK(o)*) ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς.
23 Everyone who does not listen to Him will be completely cut off from among his people.’
ἔσται δὲ πᾶσα ψυχὴ ἥτις (ἐὰν *N(k)O*) μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου ἐξολεθρευθήσεται ἐκ τοῦ λαοῦ.
24 Indeed, all the prophets from Samuel on, as many as have spoken, have proclaimed these days.
καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς ὅσοι ἐλάλησαν καὶ (κατήγγειλαν *N(K)O*) τὰς ἡμέρας ταύτας,
25 And you are sons of the prophets and of the covenant God made with your fathers when He said to Abraham, ‘Through your offspring all the families of the earth will be blessed.’
ὑμεῖς ἐστε (οἱ *no*) υἱοὶ τῶν προφητῶν καὶ τῆς διαθήκης ἧς διέθετο ὁ θεὸς πρὸς τοὺς πατέρας (ὑμῶν *N(K)O*) λέγων πρὸς Ἀβραάμ· καὶ ἐν τῷ σπέρματί σου (ἐνευλογηθήσονται *NK(o)*) πᾶσαι αἱ πατριαὶ τῆς γῆς.
26 When God raised up His Servant, He sent Him first to you to bless you by turning each of you from your wicked ways.”
ὑμῖν πρῶτον ἀναστήσας ὁ θεὸς τὸν παῖδα αὐτοῦ (Ἰησοῦν *k*) ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν.

< Acts 3 >