< Acts 14 >

1 At Iconium, Paul and Barnabas went as usual into the Jewish synagogue, where they spoke so well that a great number of Jews and Greeks believed.
Ἐγένετο δὲ, ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων, καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος.
2 But the unbelieving Jews stirred up the Gentiles and poisoned their minds against the brothers.
Οἱ δὲ ἀπειθήσαντες Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν.
3 So Paul and Barnabas spent considerable time there, speaking boldly for the Lord, who affirmed the message of His grace by enabling them to perform signs and wonders.
Ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν, παρρησιαζόμενοι ἐπὶ τῷ ˚Κυρίῳ, τῷ μαρτυροῦντι τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν.
4 The people of the city were divided. Some sided with the Jews, and others with the apostles.
Ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως, καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς ἀποστόλοις.
5 But when the Gentiles and Jews, together with their rulers, set out to mistreat and stone them,
Ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν, ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς,
6 they found out about it and fled to the Lycaonian cities of Lystra and Derbe and to the surrounding region,
συνιδόντες, κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας, Λύστραν, καὶ Δέρβην, καὶ τὴν περίχωρον,
7 where they continued to preach the gospel.
κἀκεῖ εὐαγγελιζόμενοι ἦσαν.
8 In Lystra there sat a man crippled in his feet, who was lame from birth and had never walked.
Καί τις ἀνὴρ, ἀδύνατος ἐν Λύστροις τοῖς ποσὶν, ἐκάθητο χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ, ὃς οὐδέποτε περιεπάτησεν.
9 This man was listening to the words of Paul, who looked intently at him and saw that he had faith to be healed.
Οὗτος ἤκουεν τοῦ Παύλου λαλοῦντος, ὃς ἀτενίσας αὐτῷ καὶ ἰδὼν ὅτι ἔχει πίστιν τοῦ σωθῆναι,
10 In a loud voice Paul called out, “Stand up on your feet!” And the man jumped up and began to walk.
εἶπεν μεγάλῃ φωνῇ, “Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθός!” Καὶ ἥλατο καὶ περιεπάτει.
11 When the crowds saw what Paul had done, they lifted up their voices in the Lycaonian language: “The gods have come down to us in human form!”
Οἵ τε ὄχλοι ἰδόντες ὃ ἐποίησεν Παῦλος, ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες, “Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις, κατέβησαν πρὸς ἡμᾶς.”
12 Barnabas they called Zeus, and Paul they called Hermes, because he was the chief speaker.
Ἐκάλουν τε τὸν Βαρναβᾶν, “Δία”, τὸν δὲ Παῦλον, “Ἑρμῆν”, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου.
13 The priest of Zeus, whose temple was just outside the city, brought bulls and wreaths to the city gates, hoping to offer a sacrifice along with the crowds.
Ὅ τε ἱερεὺς τοῦ Διὸς, τοῦ ὄντος πρὸ τῆς πόλεως, ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας, σὺν τοῖς ὄχλοις ἤθελεν θύειν.
14 But when the apostles Barnabas and Paul found out about this, they tore their clothes and rushed into the crowd, shouting,
Ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρναβᾶς καὶ Παῦλος, διαρρήξαντες τὰ ἱμάτια ἑαυτῶν, ἐξεπήδησαν εἰς τὸν ὄχλον, κράζοντες
15 “Men, why are you doing this? We too are only men, human like you. We are bringing you good news that you should turn from these worthless things to the living God, who made heaven and earth and sea and everything in them.
καὶ λέγοντες, “Ἄνδρες, τί ταῦτα ποιεῖτε; Καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ ˚Θεὸν ζῶντα, ‘ὃς ἐποίησεν τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς’.
16 In past generations, He let all nations go their own way.
Ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς, εἴασεν πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν.
17 Yet He has not left Himself without testimony to His goodness: He gives you rain from heaven and fruitful seasons, filling your hearts with food and gladness.”
Καίτοι οὐκ ἀμάρτυρον αὑτὸν ἀφῆκεν, ἀγαθουργῶν οὐρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ὑμῶν.”
18 Even with these words, Paul and Barnabas could hardly stop the crowds from sacrificing to them.
Καὶ ταῦτα λέγοντες, μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς.
19 Then some Jews arrived from Antioch and Iconium and won over the crowds. They stoned Paul and dragged him outside the city, presuming he was dead.
Ἐπῆλθαν δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ πείσαντες τοὺς ὄχλους, καὶ λιθάσαντες τὸν Παῦλον, ἔσυρον ἔξω τῆς πόλεως, νομίζοντες αὐτὸν τεθνηκέναι.
20 But after the disciples had gathered around him, he got up and went back into the city. And the next day he left with Barnabas for Derbe.
Κυκλωσάντων δὲ τῶν μαθητῶν αὐτὸν, ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν. Καὶ τῇ ἐπαύριον ἐξῆλθεν σὺν τῷ Βαρναβᾷ εἰς Δέρβην.
21 They preached the gospel to that city and made many disciples. Then they returned to Lystra, Iconium, and Antioch,
Εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην, καὶ μαθητεύσαντες ἱκανοὺς, ὑπέστρεψαν εἰς τὴν Λύστραν, καὶ εἰς Ἰκόνιον, καὶ εἰς Ἀντιόχειαν,
22 strengthening the souls of the disciples and encouraging them to continue in the faith. “We must endure many hardships to enter the kingdom of God,” they said.
ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει, καὶ ὅτι διὰ πολλῶν θλίψεων, δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν Βασιλείαν τοῦ ˚Θεοῦ.
23 Paul and Barnabas appointed elders for them in each church, praying and fasting as they entrusted them to the Lord, in whom they had believed.
Χειροτονήσαντες δὲ αὐτοῖς κατʼ ἐκκλησίαν πρεσβυτέρους, προσευξάμενοι μετὰ νηστειῶν, παρέθεντο αὐτοὺς τῷ ˚Κυρίῳ εἰς ὃν πεπιστεύκεισαν.
24 After passing through Pisidia, they came to Pamphylia.
Καὶ διελθόντες τὴν Πισιδίαν, ἦλθον εἰς τὴν Παμφυλίαν,
25 And when they had spoken the word in Perga, they went down to Attalia.
καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον, κατέβησαν εἰς Ἀττάλειαν,
26 From Attalia they sailed to Antioch, where they had been commended to the grace of God for the work they had just completed.
κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ ˚Θεοῦ, εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν.
27 When they arrived, they gathered the church together and reported all that God had done through them, and how He had opened the door of faith to the Gentiles.
Παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν, ἀνήγγελλον ὅσα ἐποίησεν ὁ ˚Θεὸς μετʼ αὐτῶν, καὶ ὅτι ἤνοιξεν τοῖς ἔθνεσιν θύραν πίστεως.
28 And they spent a long time there with the disciples.
Διέτριβον δὲ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.

< Acts 14 >