< 1 Timothy 1 >
1 Paul, an apostle of Christ Jesus by the command of God our Savior and of Christ Jesus our hope,
Παῦλος, ἀπόστολος ˚Χριστοῦ ˚Ἰησοῦ, κατʼ ἐπιταγὴν ˚Θεοῦ Σωτῆρος ἡμῶν, καὶ ˚Κυρίου ˚Ἰησοῦ ˚Χριστοῦ τῆς ἐλπίδος ἡμῶν,
2 To Timothy, my true child in the faith: Grace, mercy, and peace from God the Father and Christ Jesus our Lord.
Τιμοθέῳ, γνησίῳ τέκνῳ ἐν πίστει: χάρις, ἔλεος, εἰρήνη ἀπὸ ˚Θεοῦ Πατρὸς καὶ ˚Χριστοῦ ˚Ἰησοῦ τοῦ ˚Κυρίου ἡμῶν.
3 As I urged you on my departure to Macedonia, you should stay on at Ephesus to instruct certain men not to teach false doctrines
Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ, πορευόμενος εἰς Μακεδονίαν, ἵνα παραγγείλῃς τισὶν μὴ ἑτεροδιδασκαλεῖν,
4 or devote themselves to myths and endless genealogies, which promote speculation rather than the stewardship of God’s work, which is by faith.
μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις, αἵτινες ἐκζητήσεις παρέχουσι μᾶλλον ἢ οἰκονομίαν ˚Θεοῦ, τὴν ἐν πίστει.
5 The goal of our instruction is the love that comes from a pure heart, a clear conscience, and a sincere faith.
Τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας, καὶ συνειδήσεως ἀγαθῆς, καὶ πίστεως ἀνυποκρίτου,
6 Some have strayed from these ways and turned aside to empty talk.
ὧν τινες ἀστοχήσαντες, ἐξετράπησαν εἰς ματαιολογίαν,
7 They want to be teachers of the law, but they do not understand what they are saying or that which they so confidently assert.
θέλοντες εἶναι νομοδιδάσκαλοι, μὴ νοοῦντες μήτε ἃ λέγουσιν, μήτε περὶ τίνων διαβεβαιοῦνται.
8 Now we know that the law is good, if one uses it legitimately.
Οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος, ἐάν τις αὐτῷ νομίμως χρῆται,
9 We realize that law is not enacted for the righteous, but for the lawless and rebellious, for the ungodly and sinful, for the unholy and profane, for killers of father or mother, for murderers,
εἰδὼς τοῦτο, ὅτι δικαίῳ νόμος οὐ κεῖται, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς, ἀνοσίοις καὶ βεβήλοις, πατρολῴαις καὶ μητρολῴαις, ἀνδροφόνοις,
10 for the sexually immoral, for homosexuals, for slave traders and liars and perjurers, and for anyone else who is averse to sound teaching
πόρνοις, ἀρσενοκοίταις, ἀνδραποδισταῖς, ψεύσταις, ἐπιόρκοις, καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται,
11 that agrees with the glorious gospel of the blessed God, with which I have been entrusted.
κατὰ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου ˚Θεοῦ, ὃ ἐπιστεύθην ἐγώ.
12 I thank Christ Jesus our Lord, who has strengthened me, that He considered me faithful and appointed me to service.
Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με, ˚Χριστῷ ˚Ἰησοῦ τῷ ˚Κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο, θέμενος εἰς διακονίαν,
13 I was formerly a blasphemer, a persecutor, and a violent man; yet because I had acted in ignorance and unbelief, I was shown mercy.
τὸ πρότερον ὄντα βλάσφημον, καὶ διώκτην, καὶ ὑβριστήν· ἀλλὰ ἠλεήθην, ὅτι ἀγνοῶν, ἐποίησα ἐν ἀπιστίᾳ.
14 And the grace of our Lord overflowed to me, along with the faith and love that are in Christ Jesus.
Ὑπερεπλεόνασεν δὲ ἡ χάρις τοῦ ˚Κυρίου ἡμῶν, μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν ˚Χριστῷ ˚Ἰησοῦ.
15 This is a trustworthy saying, worthy of full acceptance: Christ Jesus came into the world to save sinners, of whom I am the worst.
Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος: ὅτι “˚Χριστὸς ˚Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι”, ὧν πρῶτός εἰμι ἐγώ.
16 But for this very reason I was shown mercy, so that in me, the worst of sinners, Christ Jesus might display His perfect patience as an example to those who would believe in Him for eternal life. (aiōnios )
Ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται ˚Ἰησοῦς ˚Χριστὸς τὴν ἅπασαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπʼ αὐτῷ, εἰς ζωὴν αἰώνιον. (aiōnios )
17 Now to the King eternal, immortal, and invisible, the only God, be honor and glory forever and ever. Amen. (aiōn )
Τῷ δὲ Βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ ˚Θεῷ, τιμὴ καὶ δόξα, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν! (aiōn )
18 Timothy, my child, I entrust you with this command in keeping with the previous prophecies about you, so that by them you may fight the good fight,
Ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι, τέκνον, Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν,
19 holding on to faith and a good conscience, which some have rejected and thereby shipwrecked their faith.
ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμενοι, περὶ τὴν πίστιν ἐναυάγησαν·
20 Among them are Hymenaeus and Alexander, whom I have handed over to Satan to be taught not to blaspheme.
ὧν ἐστιν Ὑμέναιος καὶ Ἀλέξανδρος, οὓς παρέδωκα τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν.