< Luke 15 >
1 And all the publicans and the sinners came near to him to hear him.
Ἦσαν δὲ ἐγγίζοντες αὐτῷ πάντες οἱ τελῶναι καὶ [οἱ] ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ.
2 And the Pharisees and the scribes murmured, saying: This man receives sinners, and eats with them.
καὶ διεγόγγυζον οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι οὗτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς.
3 And he spoke this parable to them, saying:
εἶπε δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων·
4 What man of you that has a hundred sheep, and loses one of them, does not leave the ninety-nine in the desert, and go after that which is lost, till he find it?
τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα, καὶ ἀπολέσας ἓν ἐξ αὐτῶν, οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς ἕως οὗ εὕρῃ αὐτό;
5 And when he finds it, he puts it on his shoulders, rejoicing.
καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους αὐτοῦ χαίρων,
6 And when he comes home, he calls together his friends and neighbors, and says to them., Rejoice with me, for I have found my sheep that was lost.
καὶ ἐλθὼν εἰς τὸν οἶκον συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας λέγων αὐτοῖς· συγχάρητέ μοι ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός.
7 I say to you, That thus there shall be joy in heaven over one sinner that repents, more than over ninety-nine just persons, who need no repentance.
λέγω ὑμῖν ὅτι οὕτω χαρὰ ἔσται ἐν τῷ οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις, οἵτινες οὐ χρείαν ἔχουσι μετανοίας.
8 Or, what woman that has ten drachmas, if she lose one drachma, does not light a lamp, and sweep the house, and search carefully till she find it?
Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον καὶ σαροῖ τὴν οἰκίαν καὶ ζητεῖ ἐπιμελῶς ἕως ὅτου εὕρῃ;
9 And when she finds it, she calls together her friends and neighbors, saying, Rejoice with me, for I have found the drachma that I lost.
καὶ εὑροῦσα συγκαλεῖ τὰς φίλας καὶ τὰς γείτονας λέγουσα· συγχάρητέ μοι ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα.
10 So, I say to you, There is joy in the presence of the angels of God over one sinner that repents.
οὕτω, λέγω ὑμῖν, χαρὰ γίνεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
11 Then he said: A certain man had two sons.
Εἶπε δέ· ἄνθρωπός τις εἶχε δύο υἱούς.
12 And the younger of them said to his father, Father, give me the portion of the property that falls to me. And he divided his estate between them.
καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί· πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. καὶ διεῖλεν αὐτοῖς τὸν βίον.
13 And not many days after, the younger son, taking with him all that was his, left home for a distant country, and there wasted his property in riotous living.
καὶ μετ᾽ οὐ πολλὰς ἡμέρας συναγαγὼν ἅπαντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισε τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως.
14 When he had spent all, there was a great famine throughout that country, and he began to be in want.
δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ἰσχυρὸς κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι.
15 And he went and attached himself to one of the citizens of that country, who sent him into his fields to feed swine.
καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους.
16 And he would gladly have filled his stomach with the pods which the swine did eat. And no one gave to him.
καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ.
17 But when he came to himself, he said, How many of my father’s hired servants have bread enough and to spare, and I am perishing with hunger!
εἰς ἑαυτὸν δὲ ἐλθὼν εἶπε· πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύουσιν ἄρτων, ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι!
18 I will arise and go to my father, and I will say to him, Father, I have sinned against heaven and in your sight,
ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ· πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου.
19 and am no longer worthy to be called your son: make me as one of your hired servants.
οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου.
20 And he arose, and came to his father. And while he was yet a great way off, his father saw him, and had compassion on him, and ran and fell upon his neck, and kissed him.
καὶ ἀναστὰς ἦλθε πρὸς τὸν πατέρα αὐτοῦ. ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη, καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν.
21 But his son said to him, Father, I have sinned against heaven and in your sight, and am no longer worthy to be called your son.
εἶπε δὲ αὐτῷ ὁ υἱός· πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου.
22 But the father said to his servants, Bring forth the best robe, and put it on him, and put a ring on his hand, and sandals on his feet.
εἶπε δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ· ἐξενέγκατε τὴν στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας,
23 And bring hither the fatted calf, and kill it, and let us eat and be merry;
καὶ ἐνέγκαντες τὸν μόσχον τὸν σιτευτὸν θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν,
24 for this my son was dead, and is alive again: he was lost, and is found. And they began to be merry.
ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησε, καὶ ἀπολωλὼς ἦν καὶ εὑρέθη. καὶ ἤρξαντο εὐφραίνεσθαι.
25 But his elder son was in the field; and as he came and drew near to the house, he heard music and dancing.
Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισε τῇ οἰκίᾳ, ἤκουσε συμφωνίας καὶ χορῶν,
26 And he called to him one of the servants, and asked what these things meant.
καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων ἐπυνθάνετο τί εἴη ταῦτα.
27 And he said to him, Your brother has come, and your father has killed the fatted calf, because he has received him in health.
ὁ δὲ εἶπεν αὐτῷ ὅτι ὁ ἀδελφός σου ἥκει καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν.
28 And he was angry, and would not go in. Then his father went out and entreated him.
ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν. ὁ οὖν πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν.
29 But he answered and said to his father, Behold, for so many years do I serve you, and never have I transgressed your commandment, and yet you never gave me a kid, that I might make merry with my friends.
ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ πατρί· ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ·
30 But as soon as this your son has come, Who has eaten up your estate with harlots, you have killed for him the fatted calf.
ὅτε δὲ ὁ υἱός σου οὗτος, ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν, ἦλθεν, ἔθυσας αὐτῷ τὸν μόσχον τὸν σιτευτόν.
31 And he said to him, Son, you are ever with me, and all that I have is yours.
ὁ δὲ εἶπεν αὐτῷ· τέκνον, σὺ πάντοτε μετ᾽ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν·
32 But it became us to make merry and rejoice; for this your brother was dead, and is alive again: was lost, and is found.
εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ἀνέζησε, καὶ ἀπολωλὼς ἦν καὶ εὑρέθη.