< Acts 15 >

1 And certain men came down from Judea, and taught the brethren, saying: Unless you be circumcised, according to the custom of Moses, you can not be saved.
Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας, ἐδίδασκον τοὺς ἀδελφοὺς, ὅτι “Ἐὰν μὴ περιτμηθῆτε τῷ ἔθει τῷ Μωϋσέως, οὐ δύνασθε σωθῆναι.”
2 Therefore, after Paul and Barnabas had no little dissension and disputation with them, they determined that Paul and Barnabas, and certain others from among them, should go up to Jerusalem, to the apostles and elders, about this question.
Γενομένης δὲ στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρναβᾷ πρὸς αὐτοὺς, ἔταξαν ἀναβαίνειν Παῦλον καὶ Βαρναβᾶν, καί τινας ἄλλους ἐξ αὐτῶν, πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς Ἰερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου.
3 Being, therefore, con ducted on their journey by the church, they passed through Phenicia and Samaria, making known the conversion of the Gentiles; and they gave great joy to all the brethren.
Οἱ μὲν οὖν προπεμφθέντες ὑπὸ τῆς ἐκκλησίας, διήρχοντο τήν τε Φοινίκην καὶ Σαμάρειαν, ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν, καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσιν τοῖς ἀδελφοῖς.
4 When they arrived at Jerusalem, they were received by the church, and the apostles and elders, and they declared all that God had done with them.
Παραγενόμενοι δὲ εἰς Ἱεροσόλυμα, παρεδέχθησαν ἀπὸ τῆς ἐκκλησίας, καὶ τῶν ἀποστόλων, καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα ὁ ˚Θεὸς ἐποίησεν μετʼ αὐτῶν.
5 But some of the sect of the Pharisees, who believed, arose, saying, that it was necessary to circumcise them, and to command them to keep the law of Moses.
Ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες, λέγοντες, ὅτι “Δεῖ περιτέμνειν αὐτοὺς, παραγγέλλειν τε τηρεῖν τὸν νόμον Μωϋσέως.”
6 And the apostles and elders came together to deliberate about this matter.
Συνήχθησάν δὲ οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι, ἰδεῖν περὶ τοῦ λόγου τούτου.
7 And after there had been much disputing, Peter arose, and said to them: Brethren, you know that, at the beginning, God made choice among us, that, by my mouth, the Gentiles should hear the word of the Gospel, and believe.
Πολλῆς δὲ ζητήσεως γενομένης, ἀναστὰς Πέτρος εἶπεν πρὸς αὐτούς, “Ἄνδρες, ἀδελφοί, ὑμεῖς ἐπίστασθε ὅτι ἀφʼ ἡμερῶν ἀρχαίων ἐν ὑμῖν, ἐξελέξατο ὁ ˚Θεὸς διὰ τοῦ στόματός μου, ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου καὶ πιστεῦσαι.
8 And God, who knows the heart, became a witness for them, by giving them the Holy Spirit, as he gave it also to us;
Καὶ ὁ καρδιογνώστης ˚Θεὸς ἐμαρτύρησεν αὐτοῖς, δοὺς τὸ ˚Πνεῦμα τὸ Ἅγιον καθὼς καὶ ἡμῖν,
9 and he made no distinction between us and them, purifying their hearts by faith.
καὶ οὐδὲν διέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν.
10 Now, therefore, why do you put God to the proof, by placing a yoke upon the neck of the disciples, which neither our fathers, nor we ourselves, were able to bear?
Νῦν οὖν τί πειράζετε τὸν ˚Θεόν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι;
11 But we believe that we shall be saved, even as they, through the grace of our Lord Jesus Christ.
Ἀλλὰ διὰ τῆς χάριτος τοῦ ˚Κυρίου ˚Ἰησοῦ, πιστεύομεν σωθῆναι καθʼ ὃν τρόπον κἀκεῖνοι.”
12 Then all the multitude kept silence, and listened to Barnabas and Paul, while they made known what signs and wonders God had done by them among the Gentiles.
Ἐσίγησεν δὲ πᾶν τὸ πλῆθος, καὶ ἤκουον Βαρναβᾶ καὶ Παύλου, ἐξηγουμένων ὅσα ἐποίησεν ὁ ˚Θεὸς, σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσιν διʼ αὐτῶν.
13 And after they were silent, James answered and said: Brethren, hear me;
Μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς, ἀπεκρίθη Ἰάκωβος λέγων, “Ἄνδρες, ἀδελφοί, ἀκούσατέ μου.
14 Simeon has declared how God, at the first, did visit the Gentiles, in order to take out from among them a people for his name.
Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ ˚Θεὸς ἐπεσκέψατο, λαβεῖν ἐξ ἐθνῶν λαὸν τῷ ὀνόματι αὐτοῦ.
15 And with this agree the words of the prophets; as it is written,
Καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν καθὼς γέγραπται,
16 After this I will return, and build again the tabernacle of David which has fallen down; and I will build again its ruins, and I will set it up;
‘“Μετὰ ταῦτα ἀναστρέψω καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν, καὶ τὰ κατεστραμμένα αὐτῆς, ἀνοικοδομήσω καὶ ἀνορθώσω αὐτήν,
17 that the rest of men may seek after the Lord, and all the Gentiles, upon whom my name has been called, says the Lord, who does all these things.
ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν ˚Κύριον, καὶ πάντα τὰ ἔθνη, ἐφʼ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπʼ αὐτούς”, λέγει ˚Κύριος ποιῶν ταῦτα’,
18 Known to God from eternity are all bis works. (aiōn g165)
γνωστὰ ἀπʼ αἰῶνος. (aiōn g165)
19 For these reasons, my judgment is, that we give no trouble to those who, from among the Gentiles, have turned to God;
Διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν, ἐπιστρέφουσιν ἐπὶ τὸν ˚Θεόν,
20 but that we write to them to abstain from pollutions of idols, and from lewdness, and from what is strangled, and from blood.
ἀλλὰ ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι τῶν ἀλισγημάτων τῶν εἰδώλων, καὶ τῆς πορνείας, καὶ τοῦ πνικτοῦ, καὶ τοῦ αἵματος.
21 For, from ancient times, Moses has, in every city, those who preach him, being read in the synagogue every sabbath-day.
Μωϋσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν, ἔχει ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν Σάββατον ἀναγινωσκόμενος.”
22 Then it pleased the apostles and the elders, with the whole church, to send to Antioch, with Paul and Barnabas, chosen men from among themselves; Judas, who was surnamed Barsabas, and Silas, chief men among the brethren;
Τότε ἔδοξε τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ, ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν, πέμψαι εἰς Ἀντιόχειαν σὺν τῷ Παύλῳ καὶ Βαρναβᾷ– Ἰούδαν τὸν καλούμενον Βαρσαββᾶν καὶ Σιλᾶν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς,
23 and they wrote by their hands as follows: The apostles, and the elders, and the brethren, to the brethren of the Gentiles in Antioch and Syria and Cilicia, greeting:
γράψαντες διὰ χειρὸς αὐτῶν, “Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι, ἀδελφοὶ, τοῖς κατὰ τὴν Ἀντιόχειαν, καὶ Συρίαν, καὶ Κιλικίαν, ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν, χαίρειν.
24 Inasmuch as we have heard that certain persons went out from us and troubled you with words, subverting your souls, saying, That you must be circumcised, and keep the law, to whom we gave no commandment,
Ἐπειδὴ ἠκούσαμεν ὅτι τινὲς ἐξ ἡμῶν ἐξελθόντες, ἐτάραξαν ὑμᾶς λόγοις ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν, οἷς οὐ διεστειλάμεθα,
25 it has seemed good to us, having come together with one mind, to send chosen men to you, with our beloved Barnabas and Paul,
ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδὸν, ἐκλεξαμένοις ἄνδρας πέμψαι πρὸς ὑμᾶς, σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρναβᾷ καὶ Παύλῳ,
26 men who have endangered their lives for the name of our Lord Jesus Christ.
ἀνθρώποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ.
27 We have sent, therefore, Judas and Silas, who will tell you the same things in word.
Ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σιλᾶν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά.
28 For it has seemed good to the Holy Spirit, and to us, to lay upon you no greater burden than these necessary things:
Ἔδοξεν γὰρ τῷ ˚Πνεύματι τῷ Ἁγίῳ καὶ ἡμῖν, μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος, πλὴν τούτων τῶν ἐπάναγκες:
29 That you abstain from things sacrificed to idols, and from blood, and from what is strangled, and from lewdness; from which if you keep yourselves carefully, you will do well. Farewell.
ἀπέχεσθαι εἰδωλοθύτων, καὶ αἵματος, καὶ πνικτῶν, καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτοὺς, εὖ πράξετε. Ἔρρωσθε!”
30 So when these men were dismissed, they came to Antioch: and having assembled the multitude, they delivered this letter.
Οἱ μὲν οὖν ἀπολυθέντες, κατῆλθον εἰς Ἀντιόχειαν, καὶ συναγαγόντες τὸ πλῆθος, ἐπέδωκαν τὴν ἐπιστολήν.
31 When they had read it, they rejoiced for the consolation which it gave.
Ἀναγνόντες δὲ, ἐχάρησαν ἐπὶ τῇ παρακλήσει.
32 And Judas and Silas, who were also prophets, exhorted the brethren with many words, and strengthened them.
Ἰούδας τε καὶ Σιλᾶς, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ, παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐπεστήριξαν.
33 And after spending some time, they were dismissed in peace from the brethren, to those who had sent them.
Ποιήσαντες δὲ χρόνον, ἀπελύθησαν μετʼ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν, πρὸς τοὺς ἀποστείλαντας αὐτούς.
34 But it pleased Silas to remain there.
35 Paul also and Barnabas continued in Antioch, teaching and preaching, with many others, the word of the Lord.
Παῦλος δὲ καὶ Βαρναβᾶς διέτριβον ἐν Ἀντιοχείᾳ, διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν, τὸν λόγον τοῦ ˚Κυρίου.
36 And, after some days, Paul said to Barnabas, let us return, and visit our brethren in every city in which we have preached the word of the Lord, and see how they do.
Μετὰ δέ τινας ἡμέρας, εἶπεν πρὸς Βαρναβᾶν Παῦλος, “Ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς κατὰ πόλιν πᾶσαν, ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ ˚Κυρίου, πῶς ἔχουσιν.”
37 And Barnabas determined to take with him John, whose surname was Mark.
Βαρναβᾶς δὲ ἐβούλετο συμπαραλαβεῖν καὶ τὸν Ἰωάννην, τὸν καλούμενον Μᾶρκον.
38 But Paul did not think it proper to take with them him who had departed from them from Pamphylia, and did not go with them to the work.
Παῦλος δὲ ἠξίου τὸν ἀποστάντα ἀπʼ αὐτῶν ἀπὸ Παμφυλίας καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον, μὴ συμπαραλαμβάνειν τοῦτον.
39 There was, therefore, a sharp contention, so that they separated from each other: and Barnabas took Mark, and sailed to Cyprus.
Ἐγένετο δὲ παροξυσμὸς, ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπʼ ἀλλήλων, τόν τε Βαρναβᾶν παραλαβόντα τὸν Μᾶρκον, ἐκπλεῦσαι εἰς Κύπρον.
40 But Paul chose Silas, and departed, having been commended to the grace of God by the brethren.
Παῦλος δὲ ἐπιλεξάμενος Σιλᾶν, ἐξῆλθεν παραδοθεὶς τῇ χάριτι τοῦ ˚Κυρίου ὑπὸ τῶν ἀδελφῶν.
41 And he passed through Syria and Cilicia, strengthening the churches.
Διήρχετο δὲ τὴν Συρίαν καὶ Κιλικίαν, ἐπιστηρίζων τὰς ἐκκλησίας.

< Acts 15 >