< 2 Timothy 1 >
1 Paul, an apostle of Jesus Christ, by the will of God, according to the promise of life, which is in Christ Jesus,
Παῦλος ἀπόστολος ⸂Χριστοῦ Ἰησοῦ διὰ θελήματος θεοῦ κατʼ ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ
2 to Timothy my beloved son; grace, mercy, and peace from God our Father, and Christ Jesus our Lord.
Τιμοθέῳ ἀγαπητῷ τέκνῳ· χάρις, ἔλεος, εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν.
3 I thank God, whom I serve with a pure conscience, after the custom of my forefathers, that, without ceasing, I have remembrance of you in my prayers night and day,
Χάριν ἔχω τῷ θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσίν μου, νυκτὸς καὶ ἡμέρας
4 greatly desiring to see you, being mindful of your tears, that I may be filled with joy;
ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ
5 for I remember the unfeigned faith that is in you, which dwelt first in your grandmother Lois, and in your mother Eunice; and I am persuaded that it dwells in you also.
ὑπόμνησιν ⸀λαβὼντῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως, ἥτις ἐνῴκησεν πρῶτον ἐν τῇ μάμμῃ σου Λωΐδι καὶ τῇ μητρί σου Εὐνίκῃ, πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί.
6 Wherefore I exhort you to kindle up the gift of God that is in you by the laying on of my hands.
διʼ ἣν αἰτίαν ἀναμιμνῄσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου·
7 For God has not given us the spirit of fear, but of power, and of love, and of a sound mind.
οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ.
8 Be not, therefore, ashamed of the testimony of our Lord, nor of me, his prisoner: but jointly suffer evil in the gospel according to the power of God,
Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν θεοῦ,
9 who has saved us, and called us with a holy calling, not according to our works, but according to his own purpose and grace, which was given us in Christ Jesus before the times of the ages, (aiōnios )
τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, (aiōnios )
10 but is now made manifest by the appearing of our Savior Jesus Christ, who has deprived death of its power, and brought life and incorruptibility to light through the gospel;
φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν ⸂Ἰησοῦ Χριστοῦ, καταργήσαντος μὲν τὸν θάνατον φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου,
11 to which I have been appointed a preacher, and an apostle, and a teacher of the Gentiles;
εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος καὶ ⸀διδάσκαλος
12 for which cause I also suffer these things; yet I am not ashamed: for I know in whom I have believed, and I am persuaded that he is able to keep that which I have intrusted to him till that day.
διʼ ἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλʼ οὐκ ἐπαισχύνομαι, οἶδα γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισμαι ὅτι δυνατός ἐστιν τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν.
13 Hold fast the form of sound words which you have heard from me, in faithfulness and in love which is in Christ Jesus.
ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρʼ ἐμοῦ ἤκουσας ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ·
14 That good thing which was intrusted to you, keep by the Holy Spirit that dwells in us.
τὴν καλὴν παραθήκην φύλαξον διὰ πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν.
15 You know this, that all those who are in Asia have turned away from me; all those, I say, of whom are Phygellus and Hermogenes.
Οἶδας τοῦτο ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ, ὧν ἐστιν Φύγελος καὶ Ἑρμογένης.
16 May the Lord give mercy to the house of Onesiphorus, for he often refreshed me, and was not ashamed of my chain:
δῴη ἔλεος ὁ κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξεν, καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνθη·
17 but when he was in Rome, he sought for me very diligently, and found me.
ἀλλὰ γενόμενος ἐν Ῥώμῃ ⸀σπουδαίωςἐζήτησέν με καὶ εὗρεν—
18 The Lord grant to him, that he may find mercy from the Lord in that day. And in how many things he ministered to me in Ephesus, you know very well.
δῴη αὐτῷ ὁ κύριος εὑρεῖν ἔλεος παρὰ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ— καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησεν, βέλτιον σὺ γινώσκεις.