< 2 Thessalonians 1 >
1 Paul and Sylvanus and Timothy to the church of the Thessalonians in God our Father and in the Lord Jesus Christ:
Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ ἡμῶν καὶ κυρίῳ Ἰησοῦ Χριστῷ·
2 grace be to you, and peace from God our Father, and the Lord Jesus Christ.
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
3 We are bound to give thanks to God always for you, brethren, as it is right, because your faith grows exceedingly, and the love of every one of you all toward each other abounds:
Εὐχαριστεῖν ὀφείλομεν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοί, καθὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους·
4 so that we ourselves glory in you, among the churches of God, for your patience and faith in all your persecutions and afflictions which you endure;
ὥστε αὐτοὺς ἡμᾶς ἐν ὑμῖν (ἐγκαυχᾶσθαι *N(k)O*) ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως ἐν πᾶσιν τοῖς διωγμοῖς ὑμῶν καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε,
5 which endurance of yours is a proof of the righteous judgment of God, in order that you may be counted worthy of the kingdom of God, for which you suffer:
ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ θεοῦ εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς βασιλείας τοῦ θεοῦ ὑπὲρ ἧς καὶ πάσχετε·
6 since, indeed, it is a righteous thing with God, to repay affliction to those who afflict you,
εἴπερ εἴπερ δίκαιον παρὰ θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν
7 and to you that are afflicted, rest with us, at the revelation of our Lord Jesus from heaven with his mighty angels,
καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ᾽ ἡμῶν ἐν τῇ ἀποκαλύψει τοῦ κυρίου Ἰησοῦ ἀπ᾽ οὐρανοῦ μετ᾽ ἀγγέλων δυνάμεως αὐτοῦ
8 in flaming fire, to take vengeance on those who know not God, and who obey not the gospel of our Lord Jesus Christ;
ἐν (πυρὶ φλογός, *NK(o)*) διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσιν θεὸν καὶ τοῖς μὴ ὑπακούουσιν τῷ εὐαγγελίῳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ (Χριστοῦ· *K*)
9 these shall suffer punishment in that day, even eternal destruction, far from the presence of the Lord, and from the glory of his power, (aiōnios )
οἵτινες δίκην τίσουσιν, ὄλεθρον αἰώνιον ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, (aiōnios )
10 when he shall come to be glorified in his saints, and to be admired in all those who believe, and in you also, because our testimony among you was believed.
ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ καὶ θαυμασθῆναι ἐν πᾶσιν τοῖς (πιστεύσασιν, *N(k)O*) ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφ᾽ ὑμᾶς, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
11 In order to which, we also pray always for you, that our God may count you worthy of this calling, and may fulfill all the good pleasure of his goodness, and the work of faith with power,
εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ θεὸς ἡμῶν καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης καὶ ἔργον πίστεως ἐν δυνάμει,
12 that the name of our Lord Jesus Christ may be glorified in you, and you in him, according to the grace of our God, and the Lord Jesus Christ.
ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ (Χριστοῦ *K*) ἐν ὑμῖν καὶ ὑμεῖς ἐν αὐτῷ κατὰ τὴν χάριν τοῦ θεοῦ ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.