< Revelation 3 >
1 And to the angel of the church in Sardis write: These things saith he that hath the seven Spirits of God, and the seven stars: I know thy works, that thou hast a name that thou livest, and thou art dead.
Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον· Τάδε λέγει ὁ ἔχων τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας· Οἶδά σου τὰ ἔργα, ὅτι ὄνομα ἔχεις ὅτι ζῇς, καὶ νεκρὸς εἶ.
2 Be thou watchful, and establish the things that remain, which were ready to die: for I have found no works of thine perfected before my God.
γίνου γρηγορῶν, καὶ στήρισον τὰ λοιπὰ ἃ ⸂ἔμελλον ἀποθανεῖν, οὐ γὰρ εὕρηκά σου ⸀τὰἔργα πεπληρωμένα ἐνώπιον τοῦ θεοῦ μου·
3 Remember therefore how thou hast received and didst hear; and keep [it], and repent. If therefore thou shalt not watch, I will come as a thief, and thou shalt not know what hour I will come upon thee.
μνημόνευε οὖν πῶς εἴληφας καὶ ἤκουσας καὶ τήρει, καὶ μετανόησον· ἐὰν οὖν μὴ γρηγορήσῃς, ⸀ἥξωὡς κλέπτης, καὶ οὐ μὴ ⸀γνῷςποίαν ὥραν ἥξω ἐπὶ σέ·
4 But thou hast a few names in Sardis that did not defile their garments: and they shall walk with me in white; for they are worthy.
ἀλλὰ ⸂ἔχεις ὀλίγα ὀνόματα ἐν Σάρδεσιν ἃ οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν, καὶ περιπατήσουσιν μετʼ ἐμοῦ ἐν λευκοῖς, ὅτι ἄξιοί εἰσιν.
5 He that overcometh shall thus be arrayed in white garments; and I will in no wise blot his name out of the book of life, and I will confess his name before my Father, and before his angels.
ὁ νικῶν ⸀οὕτωςπεριβαλεῖται ἐν ἱματίοις λευκοῖς, καὶ οὐ μὴ ἐξαλείψω τὸ ὄνομα αὐτοῦ ἐκ τῆς βίβλου τῆς ζωῆς, καὶ ὁμολογήσω τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ πατρός μου καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ.
6 He that hath an ear, let him hear what the Spirit saith to the churches.
ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
7 And to the angel of the church in Philadelphia write: These things saith he that is holy, he that is true, he that hath the key of David, he that openeth and none shall shut, and that shutteth and none openeth:
Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφείᾳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινός, ὁ ἔχων τὴν κλεῖν ⸀Δαυίδ ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει, ⸂καὶ κλείων καὶ οὐδεὶς ⸀ἀνοίγει
8 I know thy works (behold, I have set before thee a door opened, which none can shut), that thou hast a little power, and didst keep my word, and didst not deny my name.
Οἶδά σου τὰ ἔργα— ἰδοὺ δέδωκα ἐνώπιόν σου θύραν ἠνεῳγμένην, ἣν οὐδεὶς δύναται κλεῖσαι αὐτήν— ὅτι μικρὰν ἔχεις δύναμιν, καὶ ἐτήρησάς μου τὸν λόγον, καὶ οὐκ ἠρνήσω τὸ ὄνομά μου.
9 Behold, I give of the synagogue of Satan, of them that say they are Jews, and they are not, but do lie; behold, I will make them to come and worship before thy feet, and to know that I have loved thee.
ἰδοὺ ⸀διδῶἐκ τῆς συναγωγῆς τοῦ Σατανᾶ, τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι, καὶ οὐκ εἰσὶν ἀλλὰ ψεύδονται— ἰδοὺ ποιήσω αὐτοὺς ἵνα ⸂ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιον τῶν ποδῶν σου, καὶ γνῶσιν ὅτι ⸀ἐγὼἠγάπησά σε.
10 Because thou didst keep the word of my patience, I also will keep thee from the hour of trial, that [hour] which is to come upon the whole world, to try them that dwell upon the earth.
ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς οἰκουμένης ὅλης, πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.
11 I come quickly: hold fast that which thou hast, that no one take thy crown.
ἔρχομαι ταχύ· κράτει ὃ ἔχεις, ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου.
12 He that overcometh, I will make him a pillar in the temple of my God, and he shall go out thence no more: and I will write upon him the name of my God, and the name of the city of my God, the new Jerusalem, which cometh down out of heaven from my God, and mine own new name.
ὁ νικῶν ποιήσω αὐτὸν στῦλον ἐν τῷ ναῷ τοῦ θεοῦ μου, καὶ ἔξω οὐ μὴ ἐξέλθῃ ἔτι, καὶ γράψω ἐπʼ αὐτὸν τὸ ὄνομα τοῦ θεοῦ μου καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ θεοῦ μου, τῆς καινῆς Ἰερουσαλήμ, ἡ ⸀καταβαίνουσαἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ μου, καὶ τὸ ὄνομά μου τὸ καινόν.
13 He that hath an ear, let him hear what the Spirit saith to the churches.
ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
14 And to the angel of the church in Laodicea write: These things saith the Amen, the faithful and true witness, the beginning of the creation of God:
Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Λαοδικείᾳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ Ἀμήν, ὁ μάρτυς ὁ πιστὸς ⸀καὶἀληθινός, ἡ ἀρχὴ τῆς κτίσεως τοῦ θεοῦ·
15 I know thy works, that thou art neither cold nor hot: I would thou wert cold or hot.
Οἶδά σου τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός. ὄφελον ψυχρὸς ἦς ἢ ζεστός.
16 So because thou art lukewarm, and neither hot nor cold, I will spew thee out of my mouth.
οὕτως, ὅτι χλιαρὸς εἶ καὶ ⸀οὔτεζεστὸς οὔτε ψυχρός, μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου.
17 Because thou sayest, I am rich, and have gotten riches, and have need of nothing; and knowest not that thou art the wretched one and miserable and poor and blind and naked:
ὅτιλέγεις ⸀ὅτι Πλούσιός εἰμι καὶ πεπλούτηκα καὶ ⸀οὐδὲνχρείαν ἔχω, καὶοὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαίπωρος ⸀καὶ ἐλεεινὸς καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός,
18 I counsel thee to buy of me gold refined by fire, that thou mayest become rich; and white garments, that thou mayest clothe thyself, and [that] the shame of thy nakedness be not made manifest; and eyesalve to anoint thine eyes, that thou mayest see.
συμβουλεύω σοι ἀγοράσαι ⸂παρʼ ἐμοῦ χρυσίον πεπυρωμένον ἐκ πυρὸς ἵνα πλουτήσῃς, καὶ ἱμάτια λευκὰ ἵνα περιβάλῃ καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου, καὶ κολλούριον ⸀ἐγχρῖσαιτοὺς ὀφθαλμούς σου ἵνα βλέπῃς.
19 As many as I love, I reprove and chasten: be zealous therefore, and repent.
ἐγὼ ὅσους ἐὰν φιλῶ ἐλέγχω καὶ παιδεύω· ⸀ζήλευεοὖν καὶ μετανόησον.
20 Behold, I stand at the door and knock: if any man hear my voice and open the door, I will come in to him, and will sup with him, and he with me.
ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν καὶκρούω· ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν, ⸀καὶ εἰσελεύσομαι πρὸς αὐτὸν καὶ δειπνήσω μετʼ αὐτοῦ καὶ αὐτὸς μετʼ ἐμοῦ.
21 He that overcometh, I will give to him to sit down with me in my throne, as I also overcame, and sat down with my Father in his throne.
ὁ νικῶν δώσω αὐτῷ καθίσαι μετʼ ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα καὶ ἐκάθισα μετὰ τοῦ πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ.
22 He that hath an ear, let him hear what the Spirit saith to the churches.
ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.