< Ephesians 2 >

1 And you [did he make alive], when ye were dead through your trespasses and sins,
Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασιν καὶ ταῖς ἁμαρτίαις ⸀ὑμῶν
2 wherein ye once walked according to the course of this world, according to the prince of the powers of the air, of the spirit that now worketh in the sons of disobedience; (aiōn g165)
ἐν αἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας· (aiōn g165)
3 among whom we also all once lived in the lusts of our flesh, doing the desires of the flesh and of the mind, and were by nature children of wrath, even as the rest: —
ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ⸀ἤμεθατέκνα φύσει ὀργῆς ὡς καὶ οἱ λοιποί·
4 but God, being rich in mercy, for his great love wherewith he loved us,
ὁ δὲ θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς,
5 even when we were dead through our trespasses, made us alive together with Christ (by grace have ye been saved),
καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν συνεζωοποίησεν τῷ Χριστῷ— χάριτί ἐστε σεσῳσμένοι—
6 and raised us up with him, and made us to sit with him in the heavenly [places], in Christ Jesus:
καὶ συνήγειρεν καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ,
7 that in the ages to come he might show the exceeding riches of his grace in kindness toward us in Christ Jesus: (aiōn g165)
ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις ⸂τὸ ὑπερβάλλον πλοῦτος τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφʼ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ. (aiōn g165)
8 for by grace have ye been saved through faith; and that not of yourselves, [it is] the gift of God;
τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι ⸀διὰπίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, θεοῦ τὸ δῶρον·
9 not of works, that no man should glory.
οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται.
10 For we are his workmanship, created in Christ Jesus for good works, which God afore prepared that we should walk in them.
αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς οἷς προητοίμασεν ὁ θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.
11 Wherefore remember, that once ye, the Gentiles in the flesh, who are called Uncircumcision by that which is called Circumcision, in the flesh, made by hands;
Διὸ μνημονεύετε ὅτι ⸂ποτὲ ὑμεῖς τὰ ἔθνη ἐν σαρκί, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου,
12 that ye were at that time separate from Christ, alienated from the commonwealth of Israel, and strangers from the covenants of the promise, having no hope and without God in the world.
ὅτι ⸀ἦτετῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ.
13 But now in Christ Jesus ye that once were far off are made nigh in the blood of Christ.
νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἵ ποτε ὄντες μακρὰν ⸂ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ.
14 For he is our peace, who made both one, and brake down the middle wall of partition,
αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ,
15 having abolished in his flesh the enmity, [even] the law of commandments [contained] in ordinances; that he might create in himself of the two one new man, [so] making peace;
τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ⸀αὑτῷεἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην,
16 and might reconcile them both in one body unto God through the cross, having slain the enmity thereby:
καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ θεῷ διὰ τοῦ σταυροῦ ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ·
17 and he came and preached peace to you that were far off, and peace to them that were nigh:
καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνηνὑμῖν τοῖς μακρὰν καὶ ⸀εἰρήνην τοῖς ἐγγύς·
18 for through him we both have our access in one Spirit unto the Father.
ὅτι διʼ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα.
19 So then ye are no more strangers and sojourners, but ye are fellow-citizens with the saints, and of the household of God,
ἄρα οὖν οὐκέτι ἐστὲξένοι καὶ πάροικοι, ἀλλὰ ⸀ἐστὲ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ θεοῦ,
20 being built upon the foundation of the apostles and prophets, Christ Jesus himself being the chief corner stone;
ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ ⸂Χριστοῦ Ἰησοῦ,
21 in whom each several building, fitly framed together, groweth into a holy temple in the Lord;
ἐν ᾧ ⸀πᾶσαοἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν κυρίῳ,
22 in whom ye also are builded together for a habitation of God in the Spirit.
ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ θεοῦ ἐν πνεύματι.

< Ephesians 2 >