< Romans 5 >

1 Being therefore justified by faith, we have peace with God through our Lord Jesus Christ;
Δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχωμεν πρὸς τὸν ˚Θεὸν, διὰ τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ,
2 through whom we also have our access by faith into this grace in which we stand. We rejoice in hope of the glory of God.
διʼ οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν, τῇ πίστει εἰς τὴν χάριν ταύτην, ἐν ᾗ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπʼ ἐλπίδι τῆς δόξης τοῦ ˚Θεοῦ.
3 Not only this, but we also rejoice in our sufferings, knowing that suffering produces perseverance;
Οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται,
4 and perseverance, proven character; and proven character, hope;
ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα.
5 and hope does not disappoint us, because God’s love has been poured into our hearts through the Holy Spirit who was given to us.
Ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, ὅτι ἡ ἀγάπη τοῦ ˚Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ ˚Πνεύματος Ἁγίου, τοῦ δοθέντος ἡμῖν.
6 For while we were yet weak, at the right time Christ died for the ungodly.
Ἔτι γὰρ ˚Χριστὸς, ὄντων ἡμῶν ἀσθενῶν ἔτι, κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανεν.
7 For one will hardly die for a righteous man. Yet perhaps for a good person someone would even dare to die.
Μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ, τάχα τις καὶ τολμᾷ ἀποθανεῖν.
8 But God commends his own love toward us, in that while we were yet sinners, Christ died for us.
Συνίστησιν δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ ˚Θεὸς, ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν, ˚Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανεν.
9 Much more then, being now justified by his blood, we will be saved from God’s wrath through him.
Πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ, σωθησόμεθα διʼ αὐτοῦ ἀπὸ τῆς ὀργῆς.
10 For if while we were enemies, we were reconciled to God through the death of his Son, much more, being reconciled, we will be saved by his life.
Εἰ γὰρ ἐχθροὶ ὄντες, κατηλλάγημεν τῷ ˚Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες, σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ.
11 Not only so, but we also rejoice in God through our Lord Jesus Christ, through whom we have now received the reconciliation.
Οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ ˚Θεῷ, διὰ τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, διʼ οὗ νῦν τὴν καταλλαγὴν ἐλάβομεν.
12 Therefore, as sin entered into the world through one man, and death through sin, so death passed to all men because all sinned.
Διὰ τοῦτο, ὥσπερ διʼ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, καὶ οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνατος διῆλθεν, ἐφʼ ᾧ πάντες ἥμαρτον–
13 For until the law, sin was in the world; but sin is not charged when there is no law.
ἄχρι γὰρ νόμου, ἁμαρτία ἦν ἐν κόσμῳ, ἁμαρτία δὲ οὐκ ἐλλογεῖται, μὴ ὄντος νόμου.
14 Nevertheless death reigned from Adam until Moses, even over those whose sins were not like Adam’s disobedience, who is a foreshadowing of him who was to come.
Ἀλλʼ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ, ὅς ἐστιν τύπος τοῦ μέλλοντος.
15 But the free gift is not like the trespass. For if by the trespass of the one the many died, much more did the grace of God and the gift by the grace of the one man, Jesus Christ, abound to the many.
Ἀλλʼ οὐχ ὡς τὸ παράπτωμα, οὕτως καὶ τὸ χάρισμα. Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι, οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ ˚Θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι, τῇ τοῦ ἑνὸς ἀνθρώπου, ˚Ἰησοῦ ˚Χριστοῦ, εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν.
16 The gift is not as through one who sinned; for the judgment came by one to condemnation, but the free gift followed many trespasses to justification.
Καὶ οὐχ ὡς διʼ ἑνὸς ἁμαρτήσαντος, τὸ δώρημα· τὸ μὲν γὰρ κρίμα ἐξ ἑνὸς, εἰς κατάκριμα, τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων, εἰς δικαίωμα.
17 For if by the trespass of the one, death reigned through the one; so much more will those who receive the abundance of grace and of the gift of righteousness reign in life through the one, Jesus Christ.
Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι, ὁ θάνατος ἐβασίλευσεν διὰ τοῦ ἑνός, πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δωρεᾶς τῆς δικαιοσύνης λαμβάνοντες, ἐν ζωῇ βασιλεύσουσιν, διὰ τοῦ ἑνὸς, ˚Ἰησοῦ ˚Χριστοῦ.
18 So then as through one trespass, all men were condemned; even so through one act of righteousness, all men were justified to life.
Ἄρα οὖν ὡς διʼ ἑνὸς παραπτώματος, εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτως καὶ διʼ ἑνὸς δικαιώματος, εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς.
19 For as through the one man’s disobedience many were made sinners, even so through the obedience of the one, many will be made righteous.
Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου, ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί, οὕτως καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς, δίκαιοι κατασταθήσονται οἱ πολλοί.
20 The law came in that the trespass might abound; but where sin abounded, grace abounded more exceedingly,
Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα· οὗ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις,
21 that as sin reigned in death, even so grace might reign through righteousness to consummate (aiōnios g166) life through Jesus Christ our Lord.
ἵνα ὥσπερ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῷ θανάτῳ, οὕτως καὶ ἡ χάρις βασιλεύσῃ διὰ δικαιοσύνης, εἰς ζωὴν αἰώνιον διὰ ˚Ἰησοῦ ˚Χριστοῦ τοῦ ˚Κυρίου ἡμῶν. (aiōnios g166)

< Romans 5 >