< Deuteronomy 31 >

1 Moses went and spoke these words to all Israel.
καὶ συνετέλεσεν Μωυσῆς λαλῶν πάντας τοὺς λόγους τούτους πρὸς πάντας υἱοὺς Ισραηλ
2 He said to them, “I am one hundred twenty years old today. I can no more go out and come in. The LORD has said to me, ‘You shall not go over this Jordan.’
καὶ εἶπεν πρὸς αὐτούς ἑκατὸν καὶ εἴκοσι ἐτῶν ἐγώ εἰμι σήμερον οὐ δυνήσομαι ἔτι εἰσπορεύεσθαι καὶ ἐκπορεύεσθαι κύριος δὲ εἶπεν πρός με οὐ διαβήσῃ τὸν Ιορδάνην τοῦτον
3 The LORD your God himself will go over before you. He will destroy these nations from before you, and you shall dispossess them. Joshua will go over before you, as the LORD has spoken.
κύριος ὁ θεός σου ὁ προπορευόμενος πρὸ προσώπου σου αὐτὸς ἐξολεθρεύσει τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου σου καὶ κατακληρονομήσεις αὐτούς καὶ Ἰησοῦς ὁ προπορευόμενος πρὸ προσώπου σου καθὰ ἐλάλησεν κύριος
4 The LORD will do to them as he did to Sihon and to Og, the kings of the Amorites, and to their land, when he destroyed them.
καὶ ποιήσει κύριος αὐτοῖς καθὰ ἐποίησεν Σηων καὶ Ωγ τοῖς δυσὶ βασιλεῦσιν τῶν Αμορραίων οἳ ἦσαν πέραν τοῦ Ιορδάνου καὶ τῇ γῇ αὐτῶν καθότι ἐξωλέθρευσεν αὐτούς
5 The LORD will deliver them up before you, and you shall do to them according to all the commandment which I have commanded you.
καὶ παρέδωκεν αὐτοὺς κύριος ὑμῖν καὶ ποιήσετε αὐτοῖς καθότι ἐνετειλάμην ὑμῖν
6 Be strong and courageous. Do not be afraid or scared of them, for the LORD your God himself is who goes with you. He will not fail you nor forsake you.”
ἀνδρίζου καὶ ἴσχυε μὴ φοβοῦ μηδὲ δειλία μηδὲ πτοηθῇς ἀπὸ προσώπου αὐτῶν ὅτι κύριος ὁ θεός σου ὁ προπορευόμενος μεθ’ ὑμῶν ἐν ὑμῖν οὐ μή σε ἀνῇ οὔτε μή σε ἐγκαταλίπῃ
7 Moses called to Joshua, and said to him in the sight of all Israel, “Be strong and courageous, for you shall go with this people into the land which the LORD has sworn to their fathers to give them; and you shall cause them to inherit it.
καὶ ἐκάλεσεν Μωυσῆς Ἰησοῦν καὶ εἶπεν αὐτῷ ἔναντι παντὸς Ισραηλ ἀνδρίζου καὶ ἴσχυε σὺ γὰρ εἰσελεύσῃ πρὸ προσώπου τοῦ λαοῦ τούτου εἰς τὴν γῆν ἣν ὤμοσεν κύριος τοῖς πατράσιν ἡμῶν δοῦναι αὐτοῖς καὶ σὺ κατακληρονομήσεις αὐτὴν αὐτοῖς
8 The LORD himself is who goes before you. He will be with you. He will not fail you nor forsake you. Do not be afraid. Do not be discouraged.”
καὶ κύριος ὁ συμπορευόμενος μετὰ σοῦ οὐκ ἀνήσει σε οὐδὲ μὴ ἐγκαταλίπῃ σε μὴ φοβοῦ μηδὲ δειλία
9 Moses wrote this law and delivered it to the priests the sons of Levi, who bore the ark of the LORD’s covenant, and to all the elders of Israel.
καὶ ἔγραψεν Μωυσῆς τὰ ῥήματα τοῦ νόμου τούτου εἰς βιβλίον καὶ ἔδωκεν τοῖς ἱερεῦσιν τοῖς υἱοῖς Λευι τοῖς αἴρουσιν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ τοῖς πρεσβυτέροις τῶν υἱῶν Ισραηλ
10 Moses commanded them, saying, “At the end of every seven years, in the set time of the year of release, in the feast of booths,
καὶ ἐνετείλατο αὐτοῖς Μωυσῆς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων μετὰ ἑπτὰ ἔτη ἐν καιρῷ ἐνιαυτοῦ ἀφέσεως ἐν ἑορτῇ σκηνοπηγίας
11 when all Israel has come to appear before the LORD your God in the place which he will choose, you shall read this law before all Israel in their hearing.
ἐν τῷ συμπορεύεσθαι πάντα Ισραηλ ὀφθῆναι ἐνώπιον κυρίου τοῦ θεοῦ σου ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ἀναγνώσεσθε τὸν νόμον τοῦτον ἐναντίον παντὸς Ισραηλ εἰς τὰ ὦτα αὐτῶν
12 Assemble the people, the men and the women and the little ones, and the foreigners who are within your gates, that they may hear, learn, fear the LORD your God, and observe to do all the words of this law,
ἐκκλησιάσας τὸν λαόν τοὺς ἄνδρας καὶ τὰς γυναῖκας καὶ τὰ ἔκγονα καὶ τὸν προσήλυτον τὸν ἐν ταῖς πόλεσιν ὑμῶν ἵνα ἀκούσωσιν καὶ ἵνα μάθωσιν φοβεῖσθαι κύριον τὸν θεὸν ὑμῶν καὶ ἀκούσονται ποιεῖν πάντας τοὺς λόγους τοῦ νόμου τούτου
13 and that their children, who have not known, may hear and learn to fear the LORD your God, as long as you live in the land where you go over the Jordan to possess it.”
καὶ οἱ υἱοὶ αὐτῶν οἳ οὐκ οἴδασιν ἀκούσονται καὶ μαθήσονται φοβεῖσθαι κύριον τὸν θεὸν ὑμῶν πάσας τὰς ἡμέρας ὅσας αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ιορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν
14 The LORD said to Moses, “Behold, your days approach that you must die. Call Joshua, and present yourselves in the Tent of Meeting, that I may commission him.” Moses and Joshua went, and presented themselves in the Tent of Meeting.
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ἰδοὺ ἠγγίκασιν αἱ ἡμέραι τοῦ θανάτου σου κάλεσον Ἰησοῦν καὶ στῆτε παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἐντελοῦμαι αὐτῷ καὶ ἐπορεύθη Μωυσῆς καὶ Ἰησοῦς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἔστησαν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου
15 The LORD appeared in the Tent in a pillar of cloud, and the pillar of cloud stood over the Tent’s door.
καὶ κατέβη κύριος ἐν νεφέλῃ καὶ ἔστη παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἔστη ὁ στῦλος τῆς νεφέλης παρὰ τὰς θύρας τῆς σκηνῆς
16 The LORD said to Moses, “Behold, you shall sleep with your fathers. This people will rise up and play the prostitute after the strange gods of the land where they go to be among them, and will forsake me and break my covenant which I have made with them.
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ἰδοὺ σὺ κοιμᾷ μετὰ τῶν πατέρων σου καὶ ἀναστὰς ὁ λαὸς οὗτος ἐκπορνεύσει ὀπίσω θεῶν ἀλλοτρίων τῆς γῆς εἰς ἣν οὗτος εἰσπορεύεται ἐκεῖ εἰς αὐτήν καὶ ἐγκαταλείψουσίν με καὶ διασκεδάσουσιν τὴν διαθήκην μου ἣν διεθέμην αὐτοῖς
17 Then my anger shall be kindled against them in that day, and I will forsake them, and I will hide my face from them, and they shall be devoured, and many evils and troubles shall come on them; so that they will say in that day, ‘Have not these evils come on us because our God is not among us?’
καὶ ὀργισθήσομαι θυμῷ εἰς αὐτοὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ καταλείψω αὐτοὺς καὶ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ’ αὐτῶν καὶ ἔσται κατάβρωμα καὶ εὑρήσουσιν αὐτὸν κακὰ πολλὰ καὶ θλίψεις καὶ ἐρεῖ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διότι οὐκ ἔστιν κύριος ὁ θεός μου ἐν ἐμοί εὕροσάν με τὰ κακὰ ταῦτα
18 I will surely hide my face in that day for all the evil which they have done, in that they have turned to other gods.
ἐγὼ δὲ ἀποστροφῇ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ’ αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διὰ πάσας τὰς κακίας ἃς ἐποίησαν ὅτι ἐπέστρεψαν ἐπὶ θεοὺς ἀλλοτρίους
19 “Now therefore write this song for yourselves, and teach it to the children of Israel. Put it in their mouths, that this song may be a witness for me against the children of Israel.
καὶ νῦν γράψατε τὰ ῥήματα τῆς ᾠδῆς ταύτης καὶ διδάξετε αὐτὴν τοὺς υἱοὺς Ισραηλ καὶ ἐμβαλεῖτε αὐτὴν εἰς τὸ στόμα αὐτῶν ἵνα γένηταί μοι ἡ ᾠδὴ αὕτη εἰς μαρτύριον ἐν υἱοῖς Ισραηλ
20 For when I have brought them into the land which I swore to their fathers, flowing with milk and honey, and they have eaten and filled themselves, and grown fat, then they will turn to other gods, and serve them, and despise me, and break my covenant.
εἰσάξω γὰρ αὐτοὺς εἰς τὴν γῆν τὴν ἀγαθήν ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν δοῦναι αὐτοῖς γῆν ῥέουσαν γάλα καὶ μέλι καὶ φάγονται καὶ ἐμπλησθέντες κορήσουσιν καὶ ἐπιστραφήσονται ἐπὶ θεοὺς ἀλλοτρίους καὶ λατρεύσουσιν αὐτοῖς καὶ παροξυνοῦσίν με καὶ διασκεδάσουσιν τὴν διαθήκην μου
21 It will happen, when many evils and troubles have come on them, that this song will testify before them as a witness; for it will not be forgotten out of the mouths of their descendants; for I know their ways and what they are doing today, before I have brought them into the land which I promised them.”
καὶ ἀντικαταστήσεται ἡ ᾠδὴ αὕτη κατὰ πρόσωπον μαρτυροῦσα οὐ γὰρ μὴ ἐπιλησθῇ ἀπὸ στόματος αὐτῶν καὶ ἀπὸ στόματος τοῦ σπέρματος αὐτῶν ἐγὼ γὰρ οἶδα τὴν πονηρίαν αὐτῶν ὅσα ποιοῦσιν ὧδε σήμερον πρὸ τοῦ εἰσαγαγεῖν με αὐτοὺς εἰς τὴν γῆν τὴν ἀγαθήν ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν
22 So Moses wrote this song the same day, and taught it to the children of Israel.
καὶ ἔγραψεν Μωυσῆς τὴν ᾠδὴν ταύτην ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ ἐδίδαξεν αὐτὴν τοὺς υἱοὺς Ισραηλ
23 He commissioned Joshua the son of Nun, and said, “Be strong and courageous; for you shall bring the children of Israel into the land which I swore to them. I will be with you.”
καὶ ἐνετείλατο Μωυσῆς Ἰησοῖ καὶ εἶπεν αὐτῷ ἀνδρίζου καὶ ἴσχυε σὺ γὰρ εἰσάξεις τοὺς υἱοὺς Ισραηλ εἰς τὴν γῆν ἣν ὤμοσεν κύριος αὐτοῖς καὶ αὐτὸς ἔσται μετὰ σοῦ
24 When Moses had finished writing the words of this law in a book, until they were finished,
ἡνίκα δὲ συνετέλεσεν Μωυσῆς γράφων πάντας τοὺς λόγους τοῦ νόμου τούτου εἰς βιβλίον ἕως εἰς τέλος
25 Moses commanded the Levites, who bore the ark of the LORD’s covenant, saying,
καὶ ἐνετείλατο τοῖς Λευίταις τοῖς αἴρουσιν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου λέγων
26 “Take this book of the law, and put it by the side of the ark of the LORD your God’s covenant, that it may be there for a witness against you.
λαβόντες τὸ βιβλίον τοῦ νόμου τούτου θήσετε αὐτὸ ἐκ πλαγίων τῆς κιβωτοῦ τῆς διαθήκης κυρίου τοῦ θεοῦ ὑμῶν καὶ ἔσται ἐκεῖ ἐν σοὶ εἰς μαρτύριον
27 For I know your rebellion and your stiff neck. Behold, while I am yet alive with you today, you have been rebellious against the LORD. How much more after my death?
ὅτι ἐγὼ ἐπίσταμαι τὸν ἐρεθισμόν σου καὶ τὸν τράχηλόν σου τὸν σκληρόν ἔτι γὰρ ἐμοῦ ζῶντος μεθ’ ὑμῶν σήμερον παραπικραίνοντες ἦτε τὰ πρὸς τὸν θεόν πῶς οὐχὶ καὶ ἔσχατον τοῦ θανάτου μου
28 Assemble to me all the elders of your tribes and your officers, that I may speak these words in their ears, and call heaven and earth to witness against them.
ἐκκλησιάσατε πρός με τοὺς φυλάρχους ὑμῶν καὶ τοὺς πρεσβυτέρους ὑμῶν καὶ τοὺς κριτὰς ὑμῶν καὶ τοὺς γραμματοεισαγωγεῖς ὑμῶν ἵνα λαλήσω εἰς τὰ ὦτα αὐτῶν πάντας τοὺς λόγους τούτους καὶ διαμαρτύρωμαι αὐτοῖς τόν τε οὐρανὸν καὶ τὴν γῆν
29 For I know that after my death you will utterly corrupt yourselves, and turn away from the way which I have commanded you; and evil will happen to you in the latter days, because you will do that which is evil in the LORD’s sight, to provoke him to anger through the work of your hands.”
οἶδα γὰρ ὅτι ἔσχατον τῆς τελευτῆς μου ἀνομίᾳ ἀνομήσετε καὶ ἐκκλινεῖτε ἐκ τῆς ὁδοῦ ἧς ἐνετειλάμην ὑμῖν καὶ συναντήσεται ὑμῖν τὰ κακὰ ἔσχατον τῶν ἡμερῶν ὅτι ποιήσετε τὸ πονηρὸν ἐναντίον κυρίου παροργίσαι αὐτὸν ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν
30 Moses spoke in the ears of all the assembly of Israel the words of this song, until they were finished.
καὶ ἐλάλησεν Μωυσῆς εἰς τὰ ὦτα πάσης ἐκκλησίας Ισραηλ τὰ ῥήματα τῆς ᾠδῆς ταύτης ἕως εἰς τέλος

< Deuteronomy 31 >