< 1 Corinthians 16 >
1 Now concerning the collection for the saints: as I commanded the assemblies of Galatia, you do likewise.
Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὕτως καὶ ὑμεῖς ποιήσατε.
2 On the first day of every week, let each one of you save as he may prosper, that no collections are made when I come.
κατὰ μίαν σαββάτου ἕκαστος ὑμῶν παρ᾽ ἑαυτῷ τιθέτω θησαυρίζων ὅ τι ἐὰν εὐοδῶται, ἵνα μή, ὅταν ἔλθω, τότε λογίαι γίνωνται.
3 When I arrive, I will send whoever you approve with letters to carry your gracious gift to Jerusalem.
ὅταν δὲ παραγένωμαι, οὓς ἂν δοκιμάσητε, δι᾽ ἐπιστολῶν τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἱερουσαλήμ·
4 If it is appropriate for me to go also, they will go with me.
ἐὰν δὲ ἄξιον ᾖ τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται.
5 I will come to you when I have passed through Macedonia, for I am passing through Macedonia.
ἐλεύσομαι δὲ πρὸς ὑμᾶς, ὅταν Μακεδονίαν διέλθω· Μακεδονίαν γὰρ διέρχομαι,
6 But with you it may be that I will stay with you, or even winter with you, that you may send me on my journey wherever I go.
πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ ἢ καὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι.
7 For I do not wish to see you now in passing, but I hope to stay a while with you, if the Lord permits.
οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν· ἐλπίζω γὰρ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος ἐπιτρέψῃ.
8 But I will stay at Ephesus until Pentecost,
ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς πεντηκοστῆς·
9 for a great and effective door has opened to me, and there are many adversaries.
θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί.
10 Now if Timothy comes, see that he is with you without fear, for he does the work of the Lord, as I also do.
Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε, ἵνα ἀφόβως γέ νηται πρὸς ὑμᾶς· τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς κἀγώ.
11 Therefore let no one despise him. But set him forward on his journey in peace, that he may come to me; for I expect him with the brothers.
μή τις οὖν αὐτὸν ἐξουθενήσῃ· προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρὸς ἐμέ· ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν.
12 Now concerning Apollos the brother, I strongly urged him to come to you with the brothers, but it was not at all his desire to come now; but he will come when he has an opportunity.
περὶ δὲ Ἀπολλὼ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ, ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ.
13 Watch! Stand firm in the faith! Be courageous! Be strong!
γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε.
14 Let all that you do be done in love.
πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω.
15 Now I beg you, brothers—you know the house of Stephanas, that it is the first fruits of Achaia, and that they have set themselves to serve the saints—
Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς·
16 that you also be in subjection to such, and to everyone who helps in the work and labors.
ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι.
17 I rejoice at the coming of Stephanas, Fortunatus, and Achaicus; for that which was lacking on your part, they supplied.
χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φορτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμέτερον ὑστέρημα οὗτοι ἀνεπλήρωσαν·
18 For they refreshed my spirit and yours. Therefore acknowledge those who are like that.
ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. ἐπιγινώσκετε οὖν τοὺς τοιούτους.
19 The assemblies of Asia greet you. Aquila and Priscilla greet you warmly in the Lord, together with the assembly that is in their house.
Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας· ἀσπάζονται ὑμᾶς ἐν κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκα σὺν τῇ κατ᾽ οἶκον αὐτῶν ἐκκλησίᾳ·
20 All the brothers greet you. Greet one another with a holy kiss.
ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ.
21 This greeting is by me, Paul, with my own hand.
Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου·
22 If any man does not love the Lord Jesus Christ, let him be cursed. Come, Lord!
εἴ τις οὐ φιλεῖ τὸν κύριον, ἤτω ἀνάθεμα. μαρὰν ἀθά.
23 The grace of the Lord Jesus Christ be with you.
ἡ χάρις τοῦ κυρίου Ἰησοῦ μεθ᾽ ὑμῶν.
24 My love to all of you in Christ Jesus. Amen.
ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν χριστῷ Ἰησοῦ. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ.