< Galatians 5 >

1 Stand firm therefore in the liberty in which Christ freed us, and be not entangled again in a yoke of bondage.
τῇ ἐλευθερίᾳ ⸂ἡμᾶς Χριστὸς ἠλευθέρωσεν· στήκετε οὖν⸃ καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.
2 Behold, I Paul say to you, that if ye are circumcised, Christ will benefit you nothing.
Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.
3 And I solemnly declare again to every man who is circumcised, that he is obligated to do the whole law.
μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι.
4 Ye were discharged from the Christ, ye who are made righteous by law. Ye have fallen from grace.
κατηργήθητε ⸀ἀπὸΧριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε.
5 For we through Spirit, from faith, wait for a hope of righteousness.
ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.
6 For in Christ Jesus neither circumcision avails anything nor uncircumcision, but faith working through love.
ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ πίστις διʼ ἀγάπης ἐνεργουμένη.
7 Ye were running well. Who hindered you, not to obey the truth?
Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψεν ⸀τῇἀληθείᾳ μὴ πείθεσθαι;
8 This persuasion is not from him who calls you.
ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς.
9 A little leaven leavens the whole lump.
μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ.
10 I have confidence toward you in the Lord, that ye will think no other thing. But the man who troubles you will bear the verdict, whoever he may be.
ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις ⸀ἐὰνᾖ.
11 But I, brothers, if I still preach circumcision, why am I still persecuted? Then the stumbling-block of the cross has been abolished.
ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ.
12 O that those who trouble you would even cut it all off.
ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.
13 For ye, brothers, were called to liberty, only not liberty for an opportunity to the flesh, but be servants to each other through love.
Ὑμεῖς γὰρ ἐπʼ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις·
14 For the whole law is fulfilled in one word, in this: Thou shall love thy neighbor as thyself.
ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ ⸀πεπλήρωται ἐν τῷ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς ⸀σεαυτόν
15 But if ye bite and devour each other, watch out that ye be not consumed by each other.
εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπʼ ἀλλήλων ἀναλωθῆτε.
16 But I say, walk in Spirit and ye will, no, not fulfill a lust of flesh.
Λέγω δέ, πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.
17 For the flesh desires against the Spirit, and the Spirit is against the flesh. For these are hostile to each other, so that whatever these things are ye may want, ye may not do.
ἡ γὰρσὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός, ταῦτα ⸀γὰρ ⸂ἀλλήλοις ἀντίκειται, ἵνα μὴ ἃ ⸀ἐὰνθέλητε ταῦτα ποιῆτε.
18 But if ye are led by Spirit ye are not under law.
εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον.
19 Now the works of the flesh are apparent, which are, adultery, fornication, uncleanness, licentiousness,
φανερὰ δέ ἐστιντὰ ἔργα τῆς σαρκός, ἅτινά ⸀ἐστιν πορνεία, ἀκαθαρσία, ἀσέλγεια,
20 idolatry, sorcery, hatreds, strifes, jealousies, wraths, selfish ambitions, dissensions, factions,
εἰδωλολατρία, φαρμακεία, ἔχθραι, ⸂ἔρις, ζῆλος⸃, θυμοί, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις,
21 envyings, murders, intoxications, revelings, and things like these, of which I forewarn you, as I also did forewarn, that those who practice such things will not inherit the kingdom of God.
⸀φθόνοι μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις, ἃ προλέγω ὑμῖν ⸀καθὼςπροεῖπον ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν.
22 But the fruit of the Spirit is love, joy, peace, longsuffering, kindness, goodness, faithfulness,
Ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις,
23 meekness, self-control. Against such things there is no law.
πραΰτης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος.
24 And those of the Christ have crucified the flesh with its passions and the lusts.
οἱ δὲ τοῦ ⸀Χριστοῦτὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις.
25 If we live in Spirit, we should also march in Spirit.
εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν.
26 Let us not become conceited, provoking each other, envying each other.
μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.

< Galatians 5 >