< Acts 4 >
1 And as they spoke to the people, the priests and the captain of the temple and the Sadducees approached them,
Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαὸν ἐπέστησαν αὐτοῖς οἱ ⸀ἱερεῖςκαὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ Σαδδουκαῖοι,
2 being greatly annoyed because of their teaching the people, and proclaiming in Jesus the resurrection of the dead.
διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαὸν καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν ⸂τὴν ἐκ νεκρῶν,
3 And they threw hands on them, and put them in custody for the morrow, for it was now evening.
καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον, ἦν γὰρ ἑσπέρα ἤδη.
4 But many of those who heard the word believed, and the number of the men became about five thousand.
πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν, καὶ ἐγενήθη ⸀ὁἀριθμὸς τῶν ἀνδρῶν ⸀ὡςχιλιάδες πέντε.
5 And it came to pass on the morrow, to be assembled in Jerusalem, their rulers, and elders, and scholars,
Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ ⸀τοὺςπρεσβυτέρους καὶ ⸁τοὺςγραμματεῖς ⸀ἐνἸερουσαλήμ
6 and Annas the high priest, and Caiaphas, and John, and Alexander, and as many as were of the high priestly family.
(καὶ ⸂Ἅννας ὁ ἀρχιερεὺς καὶ Καϊάφας καὶ Ἰωάννης καὶ Ἀλέξανδρος καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ),
7 And after placing them in the midst, they inquired, By what power, or in what name, have ye done this?
καὶ στήσαντες αὐτοὺς ἐν ⸀τῷμέσῳ ἐπυνθάνοντο· Ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς;
8 Then Peter being filled with the Holy Spirit, said to them, Rulers of the people, and elders of Israel,
τότε Πέτρος πλησθεὶς πνεύματος ἁγίου εἶπεν πρὸς αὐτούς· Ἄρχοντες τοῦ λαοῦ καὶ ⸀πρεσβύτεροι
9 if we are examined today about a good deed, of a feeble man, by what this man has been healed,
εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται,
10 be it known to you all, and to all the people of Israel, that in the name of Jesus Christ the Nazarene, whom ye crucified, whom God raised from the dead, by this, this man stands here before you healthy.
γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραὴλ ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής.
11 This is the stone that was rejected by you who build, which became into the head of the corner.
οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφʼ ὑμῶν τῶν ⸀οἰκοδόμων ὁ γενόμενος εἰς κεφαλὴν γωνίας.
12 And salvation is not in any other man, for there is no other name under the heaven, that has been given among men, by which we must be saved.
καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία, ⸀οὐδὲγὰρ ὄνομά ἐστιν ἕτερον ⸂ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.
13 Now when they saw the boldness of Peter and John, and having perceived that they are illiterate and uneducated men, they marveled. And they recognized them, that they had been with Jesus.
Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσιν καὶ ἰδιῶται, ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν,
14 And seeing the man who was healed standing with them, they had nothing to contradict.
τόν ⸀τεἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα τὸν τεθεραπευμένον οὐδὲν εἶχον ἀντειπεῖν.
15 But after commanding them to go outside of the council, they conferred among each other,
κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν συνέβαλλον πρὸς ἀλλήλους
16 saying, What will we do to these men? For that indeed a notable sign has happened by them, is apparent to all who dwell in Jerusalem, and we cannot deny it.
λέγοντες· Τί ⸀ποιήσωμεντοῖς ἀνθρώποις τούτοις; ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονεν διʼ αὐτῶν πᾶσιν τοῖς κατοικοῦσιν Ἰερουσαλὴμ φανερόν, καὶ οὐ δυνάμεθα ⸀ἀρνεῖσθαι
17 But that it may not spread on further among the people, let us threaten them with threats to speak no longer in this name, to not one man.
ἀλλʼ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν, ⸀ἀπειλησώμεθααὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ ἀνθρώπων.
18 And having called them, they commanded them entirely, not to utter nor to teach in the name of Jesus.
καὶ καλέσαντες αὐτοὺς παρήγγειλαν ⸀τὸκαθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ.
19 But Peter and John having replied to them, they said, Whether it is right in the sight of God to hearken to you rather than God, judge ye.
ὁ δὲ Πέτρος καὶ Ἰωάννης ἀποκριθέντες ⸂εἶπον πρὸς αὐτούς· Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ θεοῦ, κρίνατε,
20 For we are not able not to speak what we saw and heard.
οὐ δυνάμεθα γὰρ ἡμεῖς ἃ εἴδαμεν καὶ ἠκούσαμεν μὴ λαλεῖν.
21 And they, having further threatened, released them, finding nothing how they might punish them, because of the people. Since all glorified God for that which happened.
οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς, μηδὲν εὑρίσκοντες τὸ πῶς ⸀κολάσωνταιαὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν θεὸν ἐπὶ τῷ γεγονότι·
22 For the man was more than forty years old on whom this sign of healing had occurred.
ἐτῶν γὰρ ἦν πλειόνων τεσσεράκοντα ὁ ἄνθρωπος ἐφʼ ὃν ⸀γεγόνειτὸ σημεῖον τοῦτο τῆς ἰάσεως.
23 And after being released, they went to their own men, and reported as many things as the chief priests and the elders said to them.
Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπαν.
24 And those who heard lifted up a voice to God with one accord, and said, Thou Master, the God who made the heaven and the earth and the sea, and all things in them.
οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν θεὸν καὶ εἶπαν· Δέσποτα, ⸀σὺὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς,
25 He who said through the mouth of thy boy David, Why do the nations rage, and the peoples meditate vain things?
ὁ ⸂τοῦ πατρὸς ἡμῶν διὰ ⸂πνεύματος ἁγίου στόματος Δαυὶδ παιδός σου εἰπών· Ἱνατί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά;
26 The kings of the earth stood up, and the rulers were gathered together, against the Lord, and against his Christ.
παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ.
27 For in truth, against thy holy Boy Jesus, whom thou anointed, both Herod and Pontius Pilate, with the Gentiles and the peoples of Israel, were gathered together,
συνήχθησαν γὰρ ἐπʼ ἀληθείας ⸂ἐν τῇ πόλει ταύτῃ ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρῴδης τε καὶ Πόντιος Πιλᾶτος σὺν ἔθνεσιν καὶ λαοῖς Ἰσραήλ,
28 to do as many things as thy hand and thy purpose predetermined to happen.
ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ ⸀βουλὴπροώρισεν γενέσθαι.
29 And now, Lord, look upon their threats, and grant to thy bondmen with all boldness to speak thy word,
καὶ τὰ νῦν, κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου,
30 by thy stretching forth thy hand for healing, and signs and wonders to happen through the name of thy holy Boy Jesus.
ἐν τῷ τὴν χεῖρά ⸀σουἐκτείνειν σε εἰς ἴασιν καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου Ἰησοῦ.
31 And when they prayed, the place in which they were assembled was shaken, and they were all filled with the Holy Spirit, and they spoke the word of God with boldness.
καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες ⸂τοῦ ἁγίου πνεύματος, καὶ ἐλάλουν τὸν λόγον τοῦ θεοῦ μετὰ παρρησίας.
32 And the multitude of those who believed were of one heart and soul. And not even one man said that anything of the things that was possessed by him was his own, but all things were common to them.
Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν ⸀καρδίακαὶ ⸀ψυχὴμία, καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων ⸀αὐτῷἔλεγεν ἴδιον εἶναι, ἀλλʼ ἦν αὐτοῖς ⸀πάντακοινά.
33 And with great power the apostles gave back the testimony of the resurrection of the Lord Jesus, and great grace was upon them all.
καὶ ⸂δυνάμει μεγάλῃ ἀπεδίδουν τὸ μαρτύριον οἱ ἀπόστολοι ⸂τῆς ἀναστάσεως τοῦ κυρίου Ἰησοῦ, χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς.
34 For not even any needy was among them, for as many as were owners of lands or houses, selling, they brought the proceeds of the things that were sold,
οὐδὲ γὰρ ἐνδεής τις ⸀ἦνἐν αὐτοῖς· ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων
35 and placed them at the apostles' feet. And it was distributed to each, according as any man had need.
καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων· διεδίδετο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν.
36 And Joses, who was surnamed by the apostles, Barnabas (which is, being translated, son of encouragement), a Levite, a Cypriot by nationality,
⸀Ἰωσὴφδὲ ὁ ἐπικληθεὶς Βαρναβᾶς ἀπὸ τῶν ἀποστόλων, ὅ ἐστιν μεθερμηνευόμενον υἱὸς παρακλήσεως, Λευίτης, Κύπριος τῷ γένει,
37 having sold a field that was possessed by him, brought the money and placed it at the apostles' feet.
ὑπάρχοντος αὐτῷ ἀγροῦ πωλήσας ἤνεγκεν τὸ χρῆμα καὶ ἔθηκεν ⸀παρὰτοὺς πόδας τῶν ἀποστόλων.