< 1 Corinthians 1 >
1 Paul, a called apostle of Jesus Christ through the will of God, and Sosthenes the brother,
Παῦλος κλητὸς ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος θεοῦ καὶ Σωσθένης ὁ ἀδελφὸς
2 to the congregation of God that is at Corinth, to called men, to holy men who have been sanctified in Christ Jesus with all in every place who call upon the name of our the Lord Jesus Christ-both ours and theirs.
τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, κλητοῖς ἁγίοις, σὺν πᾶσιν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν παντὶ τόπῳ, αὐτῶν (τε *k*) καὶ ἡμῶν·
3 Grace to you and peace from God our Father and the Lord Jesus Christ.
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
4 I thank my God always about you, for the grace of God that was given you in Christ Jesus,
Εὐχαριστῶ τῷ θεῷ μου πάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι τοῦ θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ
5 that in everything ye were enriched in him, in all speech and in all knowledge.
ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει,
6 Just as the testimony of Christ was confirmed in you,
καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν,
7 so that ye come behind in not one gift, waiting for the revealing of our Lord Jesus Christ,
ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ·
8 who will also confirm you until the end, irreproachable in the day of our Lord Jesus Christ.
ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
9 God is faithful through whom ye were called for the fellowship of his Son Jesus Christ our Lord.
Πιστὸς ὁ θεός, δι᾽ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν.
10 Now I beseech you, brothers, through the name of our Lord Jesus Christ, that ye all speak the same thing, and there be no divisions among you, but ye may be thoroughly prepared in the same mind and in the same understanding.
Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἵνα τὸ αὐτὸ λέγητε πάντες καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα, ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ.
11 For it was declared to me about you, my brothers, by those of Chloe, that there are contentions among you.
Ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης ὅτι ἔριδες ἐν ὑμῖν εἰσιν.
12 Now I say this. That each of you actually say, I am of Paul, and I of Apollos, and I of Cephas, and I of Christ.
λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν λέγει· ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλῶ, ἐγὼ δὲ Κηφᾶ, ἐγὼ δὲ Χριστοῦ.
13 Has Christ been divided? Was Paul crucified for you, or were ye immersed in the name of Paul?
μεμέρισται ὁ Χριστός; μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν, ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε;
14 I thank God that I immersed none of you except Crispus and Gaius,
εὐχαριστῶ τῷ θεῷ ὅτι οὐδένα ὑμῶν ἐβάπτισα εἰ μὴ Κρίσπον καὶ Γάϊον,
15 lest some man should say that I immersed in my name.
ἵνα μή τις εἴπῃ ὅτι εἰς τὸ ἐμὸν ὄνομα (ἐβαπτίσθητε. *N(K)O*)
16 And I also immersed the household of Stephanas. Besides, I know not whether I immersed any other.
ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον· λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα.
17 For Christ sent me not to immerse, but to preach the good news, not in wisdom of speech lest the cross of Christ would be emptied.
οὐ γὰρ ἀπέστειλέν με Χριστὸς βαπτίζειν ἀλλ᾽ εὐαγγελίζεσθαι· οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ.
18 For the message of the cross is of course foolishness to those who are perishing, but to us who are being saved it is a power of God.
Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστίν, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις θεοῦ ἐστιν.
19 For it is written, I will destroy the wisdom of the wise, and I will frustrate the understanding of those of understanding.
γέγραπται γάρ· ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω.
20 Where is a wise man? Where is a scholar? Where is a researcher of this age? Did not God make foolish the wisdom of this world? (aiōn )
ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; οὐχὶ ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου (τούτου; *k*) (aiōn )
21 For since in the wisdom of God the world did not know God through its wisdom, it pleased God through the foolishness of preaching to save those who believe.
ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν θεόν, εὐδόκησεν ὁ θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας·
22 And because Jews demand a sign and Greeks search for wisdom,
ἐπειδὴ καὶ Ἰουδαῖοι (σημεῖα *N(K)O*) αἰτοῦσιν καὶ Ἕλληνες σοφίαν ζητοῦσιν,
23 but we proclaim Christ crucified, it is truly to Jews a stumbling-block and to Gentiles foolishness.
ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον (ἔθνεσιν *N(K)O*) δὲ μωρίαν
24 But to them, to the called, both Jews and Greeks, Christ is the power of God and the wisdom of God.
αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησιν, Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν.
25 Because the foolishness of God is wiser than men, and the weak thing of God is stronger than men.
ὅτι τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστὶν καὶ τὸ ἀσθενὲς τοῦ θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων (ἐστίν. *k*)
26 For notice your calling, brothers, that not many are wise according to flesh, not many powerful, not many eminent.
Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς,
27 But God chose the foolish things of the world, so that he might humiliate the wise, and God chose the weak things of the world, so that he might humiliate the powerful.
ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ θεὸς ἵνα καταισχύνῃ τοὺς σοφούς, καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ θεὸς ἵνα καταισχύνῃ τὰ ἰσχυρά,
28 And God chose the common things of the world, and the disdained things, and the things that are not, so that he might make useless the things that are,
καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ θεός, (καὶ *ko*) τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ,
29 so that no flesh may boast before God.
ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ (θεοῦ. *N(K)O*)
30 But ye are his, in Christ Jesus, who became for us wisdom from God, and righteousness and sanctification and redemption,
ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις,
31 so that, just as it is written, He who boasts, let him boast in the Lord.
ἵνα καθὼς γέγραπται· ὁ καυχώμενος ἐν κυρίῳ καυχάσθω.