< Ordsprogene 16 >

1 Hjertets Raad er Menneskets sag. Tungens Svar er fra HERREN.
2 En Mand holder al sin Færd for ren, men HERREN vejer Aander.
πάντα τὰ ἔργα τοῦ ταπεινοῦ φανερὰ παρὰ τῷ θεῷ οἱ δὲ ἀσεβεῖς ἐν ἡμέρᾳ κακῇ ὀλοῦνται
3 Vælt dine Gerninger paa HERREN, saa skal dine Planer lykkes.
4 Alt skabte HERREN, hvert til sit, den gudløse ogsaa for Ulykkens Dag.
5 Hver hovmodig er HERREN en Gru, visselig slipper han ikke for Straf.
ἀκάθαρτος παρὰ θεῷ πᾶς ὑψηλοκάρδιος χειρὶ δὲ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀθῳωθήσεται
6 Ved Mildhed og Troskab sones Brøde, ved HERRENS Frygt undviger man ondt.
7 Naar HERREN har Behag i et Menneskes Veje, gør han endog hans Fjender til Venner.
ἀρχὴ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν τὰ δίκαια δεκτὰ δὲ παρὰ θεῷ μᾶλλον ἢ θύειν θυσίας
8 Bedre er lidet med Retfærd end megen Vinding med Uret.
ὁ ζητῶν τὸν κύριον εὑρήσει γνῶσιν μετὰ δικαιοσύνης οἱ δὲ ὀρθῶς ζητοῦντες αὐτὸν εὑρήσουσιν εἰρήνην
9 Menneskets Hjerte udtænker hans Vej, men HERREN styrer hans Fjed.
πάντα τὰ ἔργα τοῦ κυρίου μετὰ δικαιοσύνης φυλάσσεται δὲ ὁ ἀσεβὴς εἰς ἡμέραν κακήν
10 Der er Gudsdom paa Kongens Læber, ej fejler hans Mund, naar han dømmer.
μαντεῖον ἐπὶ χείλεσιν βασιλέως ἐν δὲ κρίσει οὐ μὴ πλανηθῇ τὸ στόμα αὐτοῦ
11 Ret Bismer og Vægtskaal er HERRENS, hans Værk er alle Posens Lodder.
ῥοπὴ ζυγοῦ δικαιοσύνη παρὰ κυρίῳ τὰ δὲ ἔργα αὐτοῦ στάθμια δίκαια
12 Gudløs Færd er Konger en Gru, thi ved Retfærd grundfæstes Tronen.
βδέλυγμα βασιλεῖ ὁ ποιῶν κακά μετὰ γὰρ δικαιοσύνης ἑτοιμάζεται θρόνος ἀρχῆς
13 Retfærdige Læber har Kongens Yndest, han elsker den, der taler oprigtigt.
δεκτὰ βασιλεῖ χείλη δίκαια λόγους δὲ ὀρθοὺς ἀγαπᾷ
14 Kongens Vrede er Dødens Bud, Vismand evner at mildne den.
θυμὸς βασιλέως ἄγγελος θανάτου ἀνὴρ δὲ σοφὸς ἐξιλάσεται αὐτόν
15 I Kongens Aasyns Lys er der Liv, som Vaarregnens Sky er hans Yndest.
ἐν φωτὶ ζωῆς υἱὸς βασιλέως οἱ δὲ προσδεκτοὶ αὐτῷ ὥσπερ νέφος ὄψιμον
16 At vinde Visdom er bedre end Guld, at vinde Indsigt mere end Sølv.
νοσσιαὶ σοφίας αἱρετώτεραι χρυσίου νοσσιαὶ δὲ φρονήσεως αἱρετώτεραι ὑπὲρ ἀργύριον
17 De retsindiges Vej er at vige fra ondt; den vogter sit Liv, som agter paa sin Vej.
τρίβοι ζωῆς ἐκκλίνουσιν ἀπὸ κακῶν μῆκος δὲ βίου ὁδοὶ δικαιοσύνης ὁ δεχόμενος παιδείαν ἐν ἀγαθοῖς ἔσται ὁ δὲ φυλάσσων ἐλέγχους σοφισθήσεται ὃς φυλάσσει τὰς ἑαυτοῦ ὁδούς τηρεῖ τὴν ἑαυτοῦ ψυχήν ἀγαπῶν δὲ ζωὴν αὐτοῦ φείσεται στόματος αὐτοῦ
18 Hovmod gaar forud for Fald, Overmod forud for Snublen.
πρὸ συντριβῆς ἡγεῖται ὕβρις πρὸ δὲ πτώματος κακοφροσύνη
19 Hellere sagtmodig med ydmyge end dele Bytte med stolte.
κρείσσων πραΰθυμος μετὰ ταπεινώσεως ἢ ὃς διαιρεῖται σκῦλα μετὰ ὑβριστῶν
20 Vel gaar det den, der mærker sig Ordet; lykkelig den, der stoler paa HERREN.
συνετὸς ἐν πράγμασιν εὑρετὴς ἀγαθῶν πεποιθὼς δὲ ἐπὶ θεῷ μακαριστός
21 Den vise kaldes forstandig, Læbernes Sødme øger Viden.
τοὺς σοφοὺς καὶ συνετοὺς φαύλους καλοῦσιν οἱ δὲ γλυκεῖς ἐν λόγῳ πλείονα ἀκούσονται
22 Kløgt er sin Mand en Livsens Kilde, Daarskab er Daarers Tugt.
πηγὴ ζωῆς ἔννοια τοῖς κεκτημένοις παιδεία δὲ ἀφρόνων κακή
23 Den vises Hjerte giver Munden Kløgt, paa Læberne lægger det øget Viden.
καρδία σοφοῦ νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος ἐπὶ δὲ χείλεσιν φορέσει ἐπιγνωμοσύνην
24 Hulde Ord er som flydende Honning, søde for Sjælen og sunde for Legemet.
κηρία μέλιτος λόγοι καλοί γλύκασμα δὲ αὐτῶν ἴασις ψυχῆς
25 Mangen Vej synes Manden ret, og saa er dens Ende dog Dødens Veje.
εἰσὶν ὁδοὶ δοκοῦσαι εἶναι ὀρθαὶ ἀνδρί τὰ μέντοι τελευταῖα αὐτῶν βλέπει εἰς πυθμένα ᾅδου
26 En Arbejders Hunger arbejder for ham, thi Mundens Krav driver paa ham.
ἀνὴρ ἐν πόνοις πονεῖ ἑαυτῷ καὶ ἐκβιάζεται ἑαυτοῦ τὴν ἀπώλειαν ὁ μέντοι σκολιὸς ἐπὶ τῷ ἑαυτοῦ στόματι φορεῖ τὴν ἀπώλειαν
27 En Nidding graver Ulykkesgrave, det er, som brændte der Ild paa hans Læber.
ἀνὴρ ἄφρων ὀρύσσει ἑαυτῷ κακά ἐπὶ δὲ τῶν ἑαυτοῦ χειλέων θησαυρίζει πῦρ
28 Rænkefuld Mand sætter Splid; den, der bagtaler, skiller Venner.
ἀνὴρ σκολιὸς διαπέμπεται κακὰ καὶ λαμπτῆρα δόλου πυρσεύει κακοῖς καὶ διαχωρίζει φίλους
29 Voldsmand lokker sin Næste og fører ham en Vej, der ikke er god.
ἀνὴρ παράνομος ἀποπειρᾶται φίλων καὶ ἀπάγει αὐτοὺς ὁδοὺς οὐκ ἀγαθάς
30 Den, der stirrer, har Rænker for; knibes Læberne sammen, har man fuldbyrdet ondt.
στηρίζων ὀφθαλμοὺς αὐτοῦ λογίζεται διεστραμμένα ὁρίζει δὲ τοῖς χείλεσιν αὐτοῦ πάντα τὰ κακά οὗτος κάμινός ἐστιν κακίας
31 Graa Haar er en dejlig Krone, den vindes paa Retfærds Vej.
στέφανος καυχήσεως γῆρας ἐν δὲ ὁδοῖς δικαιοσύνης εὑρίσκεται
32 Større end Helt er sindig Mand, større at styre sit Sind end at tage en Stad.
κρείσσων ἀνὴρ μακρόθυμος ἰσχυροῦ ὁ δὲ κρατῶν ὀργῆς κρείσσων καταλαμβανομένου πόλιν
33 I Brystfolden rystes Loddet, det falder, som HERREN vil.
εἰς κόλπους ἐπέρχεται πάντα τοῖς ἀδίκοις παρὰ δὲ κυρίου πάντα τὰ δίκαια

< Ordsprogene 16 >