< Psalmi 6 >

1 Zborovođi. Uz žičano glazbalo. U oktavi. Psalam. Davidov. Jahve, nemoj me karati u srdžbi svojoj, ne kažnjavaj me u svojoj jarosti!
εἰς τὸ τέλος ἐν ὕμνοις ὑπὲρ τῆς ὀγδόης ψαλμὸς τῷ Δαυιδ κύριε μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με
2 Smiluj mi se, Jahve, jer sam iznemog'o, Jahve, ozdravi me jer dršću kosti moje.
ἐλέησόν με κύριε ὅτι ἀσθενής εἰμι ἴασαί με κύριε ὅτι ἐταράχθη τὰ ὀστᾶ μου
3 Duboko mi je duša potresena, a ti, o Jahve - dokle ćeš?
καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα καὶ σύ κύριε ἕως πότε
4 Vrati se, Jahve, dušu mi izbavi, spasi me rad svoje dobrote:
ἐπίστρεψον κύριε ῥῦσαι τὴν ψυχήν μου σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου
5 jer među mrtvima tko te se sjeća, u Podzemlju tko ti hvale pjeva? (Sheol h7585)
ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι (Sheol h7585)
6 Iznemogoh od pusta jecanja, u noći postelju plačem zalijevam, suzama ležaj natapam.
ἐκοπίασα ἐν τῷ στεναγμῷ μου λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου ἐν δάκρυσίν μου τὴν στρωμνήν μου βρέξω
7 Od žalosti oko mi gasne i slabi, jer su mnogi neprijatelji moji.
ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου ἐπαλαιώθην ἐν πᾶσιν τοῖς ἐχθροῖς μου
8 Odstupite od mene, svi opaki, jer je Jahve plač moj čuo.
ἀπόστητε ἀπ’ ἐμοῦ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ὅτι εἰσήκουσεν κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου
9 Čuo je Jahve molbu moju, Jahve je primio moju molitvu.
εἰσήκουσεν κύριος τῆς δεήσεώς μου κύριος τὴν προσευχήν μου προσεδέξατο
10 Neka se postide i užasno zbune svi moji dušmani, i puni srama neka smjesta odstupe.
αἰσχυνθείησαν καὶ ταραχθείησαν σφόδρα πάντες οἱ ἐχθροί μου ἀποστραφείησαν καὶ καταισχυνθείησαν σφόδρα διὰ τάχους

< Psalmi 6 >