< Psalmi 2 >
1 Zašto se bune narodi, zašto puci ludosti snuju?
ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά
2 Ustaju kraljevi zemaljski, knezovi se rotÄe protiv Jahve i Pomazanika njegova:
παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ διάψαλμα
3 “Skršimo okove njihove i jaram njihov zbacimo!”
διαρρήξωμεν τοὺς δεσμοὺς αὐτῶν καὶ ἀπορρίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν
4 Smije se onaj što na nebu stoluje, Gospod im se podruguje.
ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς καὶ ὁ κύριος ἐκμυκτηριεῖ αὐτούς
5 Tad im veli u svom gnjevu, žestinom ih on zbunjuje:
τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς
6 “TÓa ja kralja svog postavih nad Sionom, svojom svetom gorom.”
ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιων ὄρος τὸ ἅγιον αὐτοῦ
7 Obznanjujem odluku Jahvinu: Gospodin mi reče: “Ti si sin moj, danas te rodih.
διαγγέλλων τὸ πρόσταγμα κυρίου κύριος εἶπεν πρός με υἱός μου εἶ σύ ἐγὼ σήμερον γεγέννηκά σε
8 Zatraži samo, i dat ću ti puke u baštinu, i u posjed krajeve zemaljske.
αἴτησαι παρ’ ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς
9 Vladat ćeš njima palicom gvozdenÄom i razbit ih kao sud lončarski.”
ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ ὡς σκεῦος κεραμέως συντρίψεις αὐτούς
10 Opametite se sada, vi kraljevi, Urazumite se, suci zemaljski.
καὶ νῦν βασιλεῖς σύνετε παιδεύθητε πάντες οἱ κρίνοντες τὴν γῆν
11 Služite Jahvi sa strahom, s trepetom se pokorite njemu,
δουλεύσατε τῷ κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ
12 da se ne razgnjevi te ne propadnete na putu, kad uskoro plane srdžba njegova. Blago svima koji se njemu utječu!
δράξασθε παιδείας μήποτε ὀργισθῇ κύριος καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ μακάριοι πάντες οἱ πεποιθότες ἐπ’ αὐτῷ