< Filipljanima 1 >
1 Pavao i Timotej, sluge Krista Isusa, svima svetima u Kristu Isusu koji su u Filipima, s nadglednicima i poslužiteljima.
Παῦλος καὶ Τιμόθεος δοῦλοι Χριστοῦ Ἰησοῦ πᾶσιν τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις σὺν ἐπισκόποις καὶ διακόνοις·
2 Milost vam i mir od Boga, Oca našega, i Gospodina Isusa Krista!
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
3 Zahvaljujem Bogu svomu kad vas se god sjetim.
Εὐχαριστῶ τῷ θεῷ μου ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν
4 Uvijek se u svakoj svojoj molitvi za vas s radošću molim
πάντοτε ἐν πάσῃ δεήσει μου ὑπὲρ πάντων ὑμῶν μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος,
5 zbog vašeg udjela u evanđelju od onoga prvog dana sve do sada -
ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν εἰς τὸ εὐαγγέλιον ἀπὸ (τῆς *no*) πρώτης ἡμέρας ἄχρι τοῦ νῦν·
6 uvjeren u ovo: Onaj koji otpoče u vama dobro djelo, dovršit će ga do Dana Krista Isusa.
πεποιθὼς αὐτὸ τοῦτο, ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσει ἄχρι ἡμέρας Χριστοῦ Ἰησοῦ·
7 I pravo je da tako osjećam o svima vama! Ta ja vas nosim u srcu jer u okovima mojim i u obrani i utvrđivanju evanđelja svi ste vi suzajedničari moje milosti.
καθώς ἐστιν δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ εὐαγγελίου συγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας.
8 Bog mi je doista svjedok koliko žudim za svima vama srcem Isusa Krista!
Μάρτυς γάρ μου (ἐστιν *k*) ὁ θεός, ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις Χριστοῦ Ἰησοῦ.
9 I molim za ovo: da ljubav vaša sve više i više raste u spoznanju i potpunu pronicanju
καὶ τοῦτο προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει
10 te mognete prosuditi što je najbolje da budete čisti i besprijekorni za Dan Kristov,
εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ
11 puni ploda pravednosti po Isusu Kristu - na slavu i hvalu Božju.
πεπληρωμένοι (καρπὸν *N(K)O*) δικαιοσύνης (τὸν *N(k)O*) διὰ Ἰησοῦ Χριστοῦ εἰς δόξαν καὶ ἔπαινον θεοῦ.
12 A hoću da znate, braćo: ovaj se moj udes pače okrenuo u napredovanje evanđelja
Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοί, ὅτι τὰ κατ᾽ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν,
13 tako da se moji okovi u Kristu razglasiše u svem pretoriju i među svima drugima,
ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πάσιν
14 a većina braće u Gospodinu, ohrabrena mojim okovima, još se više usuđuje neustrašivo zboriti Riječ.
καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾶν ἀφόβως τὸν λόγον (τοῦ θεοῦ *O*) λαλεῖν.
15 Neki, istina, propovijedaju Krista iz zavisti i nadmetanja, a neki iz dobre volje:
τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι᾽ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν.
16 ovi iz ljubavi jer znaju da sam ovdje za obranu evanđelja;
οἱ μὲν ἐξ ἀγάπης εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι·
17 oni pak Krista navješćuju iz suparništva, neiskreno - misleći da će tako otežati nevolju mojih okova.
οἱ δὲ ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν οὐχ ἁγνῶς οἰόμενοι θλῖψιν (ἐγείρειν *N(k)O*) τοῖς δεσμοῖς μου.
18 Pa što onda? Samo se na svaki način, bilo himbeno, bilo istinito, Krist navješćuje. I tome se radujem, a i radovat ću se.
τί γάρ; πλὴν (ὅτι *no*) παντὶ τρόπῳ εἴτε προφάσει εἴτε ἀληθείᾳ Χριστὸς καταγγέλλεται, καὶ ἐν τούτῳ χαίρω ἀλλὰ καὶ χαρήσομαι.
19 Jer znadem: po vašoj molitvi i pomoći Duha Isusa Krista to će mi biti na spasenje,
οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ πνεύματος Ἰησοῦ Χριστοῦ
20 kako željno i očekujem i nadam se da se ni zbog čega neću smesti, nego da će se mojom posvemašnjom odvažnošću - kako uvijek tako i sada - Krist uzveličati u mome tijelu, bilo životom, bilo smrću.
κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι ἀλλ᾽ ἐν πάσῃ παρρησίᾳ ὡς πάντοτε καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου, εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου.
21 Ta meni je živjeti Krist, a umrijeti dobitak!
Ἐμοὶ γὰρ τὸ ζῆν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος.
22 A ako mi živjeti u tijelu omogućuje plodno djelovanje, što da odaberem? Ne znam!
εἰ δὲ τὸ ζῆν ἐν σαρκί, τοῦτό μοι καρπὸς ἔργου· καὶ τί αἱρήσομαι οὐ γνωρίζω.
23 Pritiješnjen sam od ovoga dvoga: želja mi je otići i s Kristom biti jer to je mnogo, mnogo bolje;
συνέχομαι (δὲ *N(k)O*) ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, πολλῷ (γὰρ *no*) μᾶλλον κρεῖσσον·
24 ali ostati u tijelu potrebnije je poradi vas.
τὸ δὲ ἐπιμένειν ἐν τῇ σαρκὶ ἀναγκαιότερον δι᾽ ὑμᾶς.
25 U to uvjeren, znam da ću ostati i biti uz vas sve, za vaš napredak i na radost vjere,
καὶ τοῦτο πεποιθὼς οἶδα ὅτι μενῶ καὶ (παραμενῶ *N(k)O*) πᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως,
26 da ponos vaš mnome poraste u Kristu Isusu kad opet dođem k vama.
ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς.
27 Samo se ponašajte dostojno evanđelja Kristova, pa - došao ja i vidio vas ili nenazočan slušao što je s vama - da mogu utvrditi kako ste postojani u jednome duhu i jednodušno se zajednički borite za evanđeosku vjeru
μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε, ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς εἴτε ἀπὼν (ἀκούω *N(k)O*) τὰ περὶ ὑμῶν ὅτι στήκετε ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου,
28 ne plašeći se ni u čemu protivnika. To je njima najava njihove propasti, a vašega spasenja, i to od Boga.
καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων· ἥτις ἐστὶν αὐτοῖς (μέν *k*) ἔνδειξις ἀπωλείας, (ὑμῶν *N(k)O*) δὲ σωτηρίας, καὶ τοῦτο ἀπὸ θεοῦ·
29 Jer vama je dana milost: “za Krista”, ne samo u njega vjerovati nego za njega i trpjeti,
ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν
30 isti boj bijući koji na meni vidjeste i sada o meni čujete.
τὸν αὐτὸν ἀγῶνα ἔχοντες οἷον (εἴδετε *N(k)O*) ἐν ἐμοὶ καὶ νῦν ἀκούετε ἐν ἐμοί.